<div xmlns="http://www.tei-c.org/ns/1.0" type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0385.tlg001.perseus-grc2:39.63" n="5"> 
<p> ἀνέγνω, καὶ τοὺς δικαστὰς ἱκέτευσε, τόν τε Κικέρωνα οὐχ ὅπως κατηγορῆσαι ἔτʼ αὐτοῦ ἐκώλυσεν, ἀλλὰ καὶ ὑπερδικῆσαι ἔπεισεν, <note n="1">e)/peisen Reim., kai\ e)/peisen L.</note> ὥστε καὶ ἐκ τούτου τὸ τοῦ αὐτομόλου ἔγκλημα καὶ ὄνομα ἐπὶ πλεῖόν οἱ αὐξηθῆναι. οὐ μέντοι καὶ ὠφέλησέ τι τὸν Γαβίνιον, ἀλλὰ τότε μὲν ἔφυγεν ἁλούς, ὥσπερ εἶπον, ὕστερον δʼ ὑπὸ τοῦ Καίσαρος κατήχθη. </p> </div>