<div xmlns="http://www.tei-c.org/ns/1.0" type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0385.tlg001.perseus-grc2:40.55" n="2"> 
<p> ἱκετείαν ἔχον ἐς τὸ δικαστήριον ἔπεμψεν· ὁ γὰρ Κάτων ὁ Μᾶρκος (δικάζειν δὲ ἔμελλενʼ οὐκ ἔφη τὸν ἐπαινέτην ἐπὶ τῇ τῶν ἑαυτοῦ νόμων καταλύσει προσίεσθαι. καὶ ὁ μὲν οὐκέτι τὴν ψῆφον ἔδωκεν· ὁ γὰρ Πλάγκος ὡς καὶ τὴν καθαιρήσουσαν αὐτὸν οἴσοντα ἐξέκρινεν (ἐξῆν γάρ, ἐκ τῶν Πομπηίων νόμων, πέντε ἑκατέρῳ τῶν διαδικούντων ἐκ τῶν δικάσειν σφίσι μελλόντων </p> </div>