<div xmlns="http://www.tei-c.org/ns/1.0" type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0007.tlg055.perseus-grc2:3" n="3"><p>ἐπεὶ δὲ Ῥώσκιος ὁ υἱὸς καί κληρονόμος τοῦ τεθνηκότος. ἠγανάκτει καί τὴν <pb n="p.88"/> οὐσίαν ἀπεδείκνυε πεντήκοντα καί διακοσίων ταλάντων οὖσαν ἀξίαν, ὅ τε Σύλλας ἐλεγχόμενος ἐχαλέπαινε καί δίκην πατροκτονίας ἐπῆγε τῷ Ῥωσκίῳ, τοῦ Χρυσογόνου κατασκευάσαντος, ἐβοήθει δʼ οὐδείς, ἀλλʼ ἀπετρέποντο τοῦ Σύλλα τὴν χαλεπότητα δεδοικότες, </p></div>