<div xmlns="http://www.tei-c.org/ns/1.0" type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0007.tlg055.perseus-grc2:35" n="3"><p>ὁ δʼ οὐ μόνον ἦν, ὡς ἔοικεν, ἐν ὅπλοις ἀθαρσής, ἀλλὰ καὶ τῷ λέγειν μετὰ φόβου προσῄει, καὶ μόλις ἂν ἐπαύσατο<note resp="editor" place="inline" anchored="true" xml:lang="grc"><foreign xml:lang="grc">ἂν ἐπαύσατο</foreign> Graux with D (<foreign xml:lang="grc">ἀνεπαυσατο</foreign> M<hi rend="superscript">a</hi>):<foreign xml:lang="grc">ἐπαύσατο</foreign>.</note> παλλόμενος καὶ τρέμων ἐπὶ πολλῶν ἀγώνων ἀκμὴν τοῦ λόγου καὶ κατάστασιν λαβόντος. Λικιννίῳ δὲ Μουρήνᾳ φεύγοντι δίκην ὑπὸ Κάτωνος βοηθῶν, καὶ φιλοτιμούμενος Ὁρτήσιον ὑπερβαλεῖν εὐημερήσαντα, μέρος οὐδὲν ἀνεπαύσατο τῆς νυκτός, ὡς ὑπὸ τοῦ σφόδρα φροντίσαι καὶ διαγρυπνῆσαι κακωθεὶς ἐνδεέστερος αὐτοῦ φανῆναι. <pb n="p.172"/> </p></div>