<div xmlns="http://www.tei-c.org/ns/1.0" type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0007.tlg055.perseus-grc2:36" n="1"><p>γίνεται δὲ καὶ τῶν ἱερέων οὓς Αὔγουρας Ῥωμαῖοι καλοῦσιν, ἀντὶ Κράσσου τοῦ νέου μετὰ τὴν ἐν Πάρθοις αὐτοῦ τελευτήν. εἶτα κλήρῳ λαχὼν τῶν ἐπαρχιῶν Κιλικίαν καὶ στρατὸν ὁπλιτῶν μυρίων καὶ δισχιλίων, ἱππέων δὲ δισχιλίων ἑξακοσίων, ἔπλευσε, προσταχθὲν αὐτῷ καὶ τὰ περὶ Καππαδοκίαν Ἀριοβαρζάνῃ τῷ βασιλεῖ φίλα καὶ πειθήνια παρασχεῖν. </p></div>