<div xmlns="http://www.tei-c.org/ns/1.0" type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0007.tlg055.perseus-grc2:39" n="5"><p>ὁ μὲν οὖν Κικέρωνος λόγος Κάτων, ὁ δὲ Καίσαρος Ἀντικάτων ἐπιγέγραπται. <milestone unit="para"/>λέγεται δὲ καὶ Κοΐντου Λιγαρίου δίκην φεύγοντος ὅτι τῶν Καίσαρος πολεμίων εἷς ἐγεγόνει, καὶ Κικέρωνος αὐτῷ βοηθοῦντος, εἰπεῖν τόν Καίσαρα πρὸς τοὺς φίλους· <q>τί κωλύει διὰ χρόνου Κικέρωνος ἀκοῦσαι λέγοντος, ἐπεὶ πάλαι κέκριται πονηρὸς ὁ ἀνὴρ<note resp="editor" place="inline" anchored="true" xml:lang="grc"><foreign xml:lang="grc">ὁ ἀνὴρ</foreign>, Bekker, after Schaefer:<foreign xml:lang="grc">ἀνήρ</foreign>.</note> καὶ πολέμιος;</q> </p></div>