<div xmlns="http://www.tei-c.org/ns/1.0" type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0007.tlg055.perseus-grc2:7" n="6"><p>τοῦ δὲ ῥήτορος Ὁρτησίου τὴν μὲν εὐθεῖαν τῷ Βέρρῃ συνειπεῖν μὴ τολμήσαντος, ἐν δὲ τῷ τιμήματι πεισθέντος παραγενέσθαι καὶ λαβόντος <pb n="p.100"/> ἐλεφαντίνην Σφίγγα μισθόν, εἶπέ τι πλαγίως ὁ Κικέρων πρὸς αὐτόν τοῦ δὲ φήσαντος αἰνιγμάτων λύσεως ἀπείρως ἔχειν, <q>καὶ μὴν ἐπὶ τῆς οἰκίας</q> ἔφη,<note resp="editor" place="inline" anchored="true" xml:lang="grc"><foreign xml:lang="grc">οἰκιας, ἔφη, τὴν</foreign> Graux with M<hi rend="superscript">a</hi>: <foreign xml:lang="grc">οἰκίας τήν</foreign>.</note> <q>τὴν Σφίγγα ἔχεις.</q> </p></div>