{"what":"machine-readable delivery copy of a magalia.wiki critical edition (archival master: TEI/EpiDoc; do not edit — regenerated by script)","source":{"title":"The Letter of Claudius to the Alexandrians","id":"claudius-alexandrians","languages":["grc","en"],"editions":["H. I. Bell, Jews and Christians in Egypt, London 1924 — the first edition of P.Lond. VI 1912.","Corpus Papyrorum Judaicarum (Tcherikover & Fuks) II, Cambridge MA 1960, no. 153.","A. S. Hunt & C. C. Edgar, Select Papyri II, Cambridge MA 1934, no. 212.","E. M. Smallwood, Documents Illustrating the Principates of Gaius, Claudius and Nero, Cambridge 1967, no. 370.","The Duke Databank of Documentary Papyri (DDbDP) EpiDoc edition, papyri.info — the text followed here, with its published corrections (Berichtigungsliste).","Trismegistos / HGV 16850 (the papyrological metadata record).","Pleiades 727070","Trismegistos (TM)"],"master":"claudius-alexandrians_epidoc.xml","edition_page":"/matrix-hub/governance/claudius-alexandrians.html"},"base_text":"Λούκιος Αἰμίλλιος Ῥῆκτος λέγει·\nἐπειδὴ τῇ ἀναγνώσει τῆς ἱερωτάτης\nκαὶ εὐεργετικωτάτης εἰς τὴν πόλιν\nἐπιστολῆς πᾶσα ἡ πόλις παρατυχεῖν\nοὐκ ἠδυνήθη διὰ τὸ πλῆθος αὐτῆς,\nἀναγκαῖον ἡγησάμην ἐκθεῖναι\nτὴν ἐπιστολὴν ἵνα κατʼ ἄνδρα ἕκαστον\nἀναγινώσκοντες αὐτὴν τήν τε μεγαλειότητα\nτοῦ θεοῦ ἡμῶν Καίσαρος θαυμάσητε\nκαὶ τῇ πρὸς τὴν πόλιν εὐνοίᾳ\nχάριν ἔχητε. ἔτους β Τιβερίου Κλαυδίου\nΚαίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος,\nμηνὸς Νέου Σεβαστο[ῦ] ιδ.\nΤιβέριος Κλαύδιος Καῖσαρ Σεβαστὸς Γερμανικὸς Αὐτοκράτωρ ἀρχιερεὺς\nμέγιστος δημαρχικῆς ἐξουσίας ὕπατος ἀποδεδειγμένος Ἀλεξανδρέων\nτῇ πόλει χαίρειν. Τιβέριος Κλαύδιος Βάρβιλλος, Ἀπολλώνις Ἀρτεμιδώρου,\nΧαιρήμων Λεωνίδου, Μᾶρκος Ἰούλιος Ἀσκληπιάδης, Γάιος Ἰούλιος Διονύσιο[ς],\nΤιβέριος Κλαύδιος Φανίας, Πασίων Ποτάμωνος, Διονύσιος Σαββίωνος\nΤιβέριος Κλαύδις Ἀπολλώνις Ἀρίστονος, Γάιος Ἰούλιος Ἀπολλώνιος, Ἑρμαίσκος\nἈπολλωνίου, οἱ πρέσβεις ὑμῶν, ἀναδόντες μοι τὸ ψήφισμα πολλὰ περὶ\nτῆς πόλεως διεξῆλθον, ὑπαγόμενοί μοι δῆλον πρὸς τὴν εἰς ὑμᾶς\nεὔνοιαν ἣν ἐκ πολλῶν χρόνων, εὖ ἴστε, παρʼ ἐμοὶ τεταμιευμένην ε[---]\nεἴχετε, φύσει μὲν εὐσεβεῖς περὶ τοὺς Σεβαστοὺς ὑπάρχοντες, ὡς\nἐκ πολλῶν μοι γέγονε γνώριμον, ἐξαιρέτως δὲ περὶ τὸν ἐμὸν\nοἶκον καὶ σπουδάσαντες καὶ σπουδασθέντες, ὧν ἵνα τὸ τελευ-\nταῖον εἴπω παρεὶς τὰ ἄλλα μέγιστός ἐστιν μάρτυς ὁ ἐμὸς ἀδελφὸς\nΓερμανικὸς Καῖσαρ γνησιωτέραις ὑμᾶς φωναῖς προσαγορεύσας·\nδιόπερ ἡδέως προσεδεξάμην τὰς δοθείσας ὑφʼ ὑμῶν μοι τιμὰς\nκαίπερ οὐκ ὢν πρὸς τὰ τοιαῦτα ρ ῥᾴδιος. καὶ πρῶτα μὲν Σεβαστὴν\nὑμῖν ἄγειν ἐπιτρέπω τὴν ἐμὴν γενεθλίαν ὃν τρόπον αὐτοὶ προ-\nείρησθε, τὰς δὲ ἑκασταχοῦ τῶν ἀνδριάντων ἀναστάσεις\nἐμοῦ τε καὶ τοῦ γένους μου ποιήσασθαι συγχωρῶ· ἐγὼ ὁρῶ γὰρ\n[ὅτι] πάντῃ μνημεῖα τῆς ὑμετέρας εὐσεβείας εἰς τὸν ἐμὸν οἶκον\nἱδρύσασθαι [ἐ]σπουδάσατε. τῶν δὲ δυοῖν χρυ[σῶ]ν ἀνδριάντων\nὁ μὲν Κλαυδιανῆς Εἰρήνης Σεβαστῆς γενό[με]νος ὥσπερ ὑπέθετο\nκαὶ προσελιπάρησεν ὁ ἐμοὶ τιμ[ι]ώτατος Βάρβιλλος ἀρνουμένου\nμου διὰ τὸ φορτικώτερος δ[οκ]εῖ[ν], ἐπὶ Ῥώμης ἀνατεθήσεται,\nὁ δὲ ἕτερος ὃν τρόπον ὑμεῖς ἀξιοῦτε πομπεύσει ταῖς ἐπωνύμοις\nἡμέραις παρʼ ὑμῖν· συμπομπευέτω δὲ αὐτῶι καὶ δίφρος\nᾧ βούλεσθε κόσμωι ἠσκημένος. εὐῆθες δʼ ἴσως τοσαύτας\nπροσ[ι]έμενον τιμὰς ἀρνήσασθαι φυλὴν Κλαυδιανὴν καταδεῖξαι\nἄλση · δὲ κατὰ νομὸν παρεῖναι τῆς Αἰγύπ[τ]ου· διόπερ καὶ ταῦτά\nθʼ ὑμῖν ἐπιτρέπω, εἰ δὲ βούλεσθε καὶ Οὐιτρασίου Πωλλίωνος\nτοῦ ἐμοῦ ἐπιτρόπου τοὺς ἐφίππους ἀνδριάντας ἀναστήσατε. τῶν δὲ\nτετραπώλων ἀναστάσε[ι]ς [ἃς περὶ τὰς εἰσ]βολὰς τῆς χώρας ἀφιδρῦσαί μοι βούλεσθε\nσυγχωρῶ τὸ μὲν περὶ τὴν Ταπόσιριν καλουμένην τῆς Λιβύης\nτὸ δὲ περὶ Φάρον τῆς Ἀλεξανδρείας τρίτον δὲ περὶ Πηλούσιον\nτῆς Αἰγύπ[τ]ου στῆσαι, ἀρχιερέα δʼ ἐμὸν καὶ ναῶν κατασκευὰς\nπαραιτοῦμαι, οὔτε φορτικὸς τοῖς κατʼ ἐμαυτὸν ἀνθρώποις\nβουλόμενος εἶναι τὰ ἱερὰ δὲ καὶ τὰ τοιαῦτα μόνοις τοῖς θεοῖς\nἐξαίρετα ὑπὸ τοῦ παντὸς αἰῶνος ἀποδεδόσθαι κρίν[ω]ν.\nπερὶ δὲ τῶν αἰτημάτων ἃ παρʼ ἐμοῦ λαβεῖν ἐσπουδάκα-\nτε οὕτως γινώσκω· ἅπασι τοῖς ἐφηβευκόσι ἄχρι τῆς\nἐμῆς ἡγεμονίας βέβαιον διαφυλάσσω τὴν Ἀλεξανδρέων\nπολιτείαν ἐπὶ τοῖς τῆς πόλεως τιμίοις καὶ φιλανθρώποις\nπᾶσι πλὴν εἰ μή τινες ὑπῆλθον ὑμᾶς ὡς ἐγ δούλων\nγ[ε]γονότες ἐφηβεῦσαι, καὶ τὰ ἄλλα δὲ οὐχ ἧσσον εἶναι βούλομαι\nβέβαια πάνθʼ ὅσα ὑμῖν ἐχαρίσθη ὑπό τε τῶν πρὸ ἐμοῦ ἡγεμόνων\nκαὶ τῶν βασιλέων καὶ τῶν ἐπάρχων, ὡς καὶ [ὁ] θεὸς Σεβαστὸς ἐβεβαίωσε.\nτοὺς δὲ νεωκόρους τοῦ ἐν Ἀλεξανδρείᾳ ναοῦ ὅς ἐστιν τοῦ θεοῦ\nΣεβαστοῦ κληρωτοὺς εἶναι βούλομαι καθὰ καὶ οἱ ἐν Κανώπωι\nτοῦ αὐτοῦ θεοῦ Σεβαστοῦ κληροῦνται. ὑπὲρ δὲ τοῦ τὰς πολι-\nτικάς ἀρχὰς τριετεῖς εἶναι καὶ πάν[υ] ἐμοὶ καλῶς βεβουλεῦσθαι\nδοκεῖτε, οἱ γὰρ [ἄρ]χοντες φόβωι τοῦ δώσειν εὐθύνας ὧν κακῶς\nἦρξαν μετριώτεροι ὑμῖν προσενεχθήσονται τὸν ἐν ταῖς\nἀρχαῖς χρόνον. περὶ δὲ τῆς βουλῆς ὅ τι μέν ποτε σύνηθες\nὑμῖν ἐπὶ τῶν ἀρχαίων βασιλέων οὐκ ἔχω λέγειν, ὅτι δὲ ἐπὶ τῶν\nπρὸ ἐμοῦ Σεβαστῶν οὐκ εἴχετε σαφῶς οἴδατε. καινοῦ δὴ\nπράγματος νῦν πρῶτον καταβαλλομένου ὅπερ ἄδηλον εἰ συνοί-\nσει τῇ πόλει καὶ τοῖς ἐμοῖς πράγμασι ἔγραψα Αἰμιλλίωι Ῥήκτωι\nδιασκέψασθαι καὶ δηλῶσαί μοι εἴ τε καὶ συνίστασθαι τὴν ἀρχὴν δεῖ,\nτόν τε τρόπον, εἴπερ ἄρα συνάγειν δέοι, καθʼ ὃν γενήσεται τοῦτο.\nτῆς δὲ πρὸς Ἰουδαίους ταραχῆς καὶ στάσεως μᾶλλον δʼ εἰ χρὴ τὸ ἀληθὲς\nεἰπεῖν τοῦ πολέμου πότεροι μὲν αἴτιοι κατέστησαν καίπερ\nἐξ ἀντικαταστάσεως πολλὰ τῶν ὑμετέρων πρέσβεων\nφιλοτιμηθέντων καὶ μάλιστα Διονυσίου τοῦ Θέων[ο]ς ὅμως\nοὐκ ἐβουλήθην ἀκριβῶς ἐξελέγξαι, ταμιευόμενος ἐμαυτῶι\nκατὰ τῶν πάλιν ἀρξαμένων ὀργὴν ἀμεταμέλητον·\nἁπλῶς δὲ προσαγορεύω ὅτι ἂν μὴ καταπαύσητε τὴν ὀλέ-\nθριον ὀργὴν ταύτην κατʼ ἀλλήλων αὐθάδιον ἐγβιασθήσομαι\nδεῖξαι οἷόν ἐστιν ἡγεμὼν φιλάνθρωπος εἰς ὀργὴν δικαίαν μεταβεβλη-\nμένος. διόπερ ἔτι καὶ νῦν διαμαρτύρομαι ἵνα Ἀλεξανδρεῖς μὲν\nπραέως καὶ φιλανθρώπως προσφέρωνται Ἰουδαίο[ι]ς τοῖς\nτὴν αὐτὴν πόλιν ἐκ πολλῶν χρόνων οἰκοῦσι\nκαὶ μηδὲν τῶν πρὸς θρησκείαν αὐτοῖς νενομισμένων\nτοῦ θεοῦ λυμαίνωνται ἀλλὰ ἐῶσιν αὐτοὺς τοῖς ἔθεσιν\nχρῆσθαι οἷς καὶ ἐπὶ τοῦ θεοῦ Σεβαστοῦ, ἅπερ καὶ ἐγὼ\nδιακούσας ἀμφοτέρων ἐβεβαίωσα· καὶ Ἰουδαίοις δὲ\nἄντικρυς κελεύω μηδὲν πλήω ὧν πρότερον\nἔσχον περιεργάζεσθαι μηδὲ ὥσπερ ἐν δυσὶ πόλεσιν κα-\nτοικοῦντας δύο πρεσβείας ἐκπέμπειν τοῦ λοιποῦ,\nὃ μὴ πρότερόν ποτε ἐπράχθη, μηδὲ ἐπισπαίειν\nγυμνασιαρχικοῖς ἢ κοσμητικοῖς ἀγῶσι,\nκαρπουμένους μὲν τὰ οἰκεῖα ἀπολαύοντας δὲ\nἐν ἀλλοτρίᾳ πόλει περιουσίας ἀφθόνων ἀγαθῶν,\nμηδὲ ἐπάγεσθαι ἢ προσίεσθαι ἀπὸ Συρίας ἢ Αἰγύπ[τ]ου\nκαταπλέοντας Ἰουδαίους ἐξ οὗ μείζονας ὑπονοίας\nἀναγκασθήσομαι λαμβάνειν· εἰ δὲ μή, πάντα\nτρόπον αὐτοὺς ἐπεξελεύσομαι καθάπερ κοινήν\nτινα τῆς οἰκουμένης νόσον ἐξεγείροντας. ἐὰν\nτούτων ἀποστάντες ἀμφότεροι μετὰ πραότητος\nκαὶ φιλανθρωπίας τῆς πρὸς ἀλλήλους ζῆν ἐθελήσητε\nκαὶ ἐγὼ πρόνοιαν τῆς πόλεως ποιήσομαι τὴν ἀνωτάτω\nκαθάπερ ἐκ προγόνων οἰκείας ἡμῖν ὑπαρχούσης.\nΒαρβίλλωι τῶι ἐμῶι ἑταίρωι μαρτυρῶ ἀεὶ πρόνοια[ν]\nὑμῶν παρʼ ἐμοὶ ποιουμένωι, ὃς καὶ νῦν πάσηι φιλο-\nτιμίᾳ περὶ τὸν ἀγῶνα τὸν ὑπὲρ ὑμῶν κέχρ[ηται],\nκαὶ Τιβερίωι Κλαυδίωι Ἀρχιβίωι τῶι ἐμῶι ἑταί[ρωι].\nἔρρωσθε.","claims":[{"subject":"ῦ","relation":"supplied","reason":"omitted","line":13},{"subject":"ς","relation":"supplied","reason":"omitted","line":17},{"subject":"ὅτι","relation":"supplied","reason":"omitted","line":33},{"subject":"ἐ","relation":"supplied","reason":"omitted","line":34},{"subject":"σῶ","relation":"supplied","reason":"lost","line":34},{"subject":"με","relation":"supplied","reason":"lost","line":35},{"subject":"ι","relation":"supplied","reason":"lost","line":36},{"subject":"οκ","relation":"supplied","reason":"lost","line":37},{"subject":"ν","relation":"supplied","reason":"lost","line":37},{"subject":"ι","relation":"supplied","reason":"lost","line":41},{"subject":"τ","relation":"supplied","reason":"omitted","line":42},{"subject":"ι","relation":"supplied","reason":"lost","line":45},{"subject":"ἃς περὶ τὰς εἰσ","relation":"supplied","reason":"omitted","line":45},{"subject":"τ","relation":"supplied","reason":"omitted","line":48},{"subject":"ω","relation":"supplied","reason":"lost","line":51},{"subject":"ε","relation":"supplied","reason":"lost","line":57},{"subject":"ὁ","relation":"supplied","reason":"lost","line":59},{"subject":"υ","relation":"supplied","reason":"omitted","line":63},{"subject":"ἄρ","relation":"supplied","reason":"omitted","line":64},{"subject":"ο","relation":"supplied","reason":"lost","line":76},{"subject":"ι","relation":"supplied","reason":"omitted","line":83},{"subject":"τ","relation":"supplied","reason":"omitted","line":96},{"subject":"ν","relation":"supplied","reason":"lost","line":105},{"subject":"ηται","relation":"supplied","reason":"lost","line":107},{"subject":"ρωι","relation":"supplied","reason":"lost","line":108},{"relation":"apparatus_note","line":"11","note":"(ἔτους) β … μηνὸς Νέου Σεβαστο⟨ῦ⟩ ιδ — The prefect's edict is dated to year 2 of Claudius, 14 Neos Sebastos = 10 November AD 41. The year-symbol and the abbreviation are resolved in parentheses."},{"relation":"apparatus_note","line":"15","note":"ὕπατος ἀποδεδειγμένος — Claudius is 'consul designate' — the letter belongs to AD 41, before his second consulship of AD 42."},{"relation":"apparatus_note","line":"29","note":"{ρ} ῥᾴδιος — The scribe cut a surplus ρ before ῥᾴδιος; bracketed for deletion. The papyrus is written in a markedly phonetic orthography throughout."},{"relation":"apparatus_note","line":"33","note":"⟨ὅτι⟩ — The conjunction ὅτι, omitted by the scribe, is supplied by the editor."},{"relation":"apparatus_note","line":"52","note":"αἰτημάτων — So the text adopted by the DDbDP (Berichtigungsliste II.2, 86); the papyrus was read αἰτηθέντων."},{"relation":"apparatus_note","line":"92","note":"ἐπισπαίειν — A corrected reading (Berichtigungsliste III, 99) for the papyrus's ἐπισπαίρειν."},{"relation":"apparatus_note","line":"95","note":"ἀφθόνων — So the DDbDP (Berichtigungsliste II.2, 86); the papyrus had ἁπάντων, corrected by the scribe."},{"relation":"apparatus_note","line":"109","note":"ἔρρωσθε — The single closing word, 'farewell' (plural) — the standard close of the imperial letter."}],"translation":"The Letter of Claudius to the Alexandrians — translation Edict of L. Aemilius Rectus (ll. 1–13) Lucius Aemilius Rectus proclaims: Since, by reason of its numbers, the whole city was unable to be present at the reading of the most sacred and most beneficent letter to the city, I have thought it necessary to display the letter publicly, so that, reading it man by man, you may admire the majesty of our god Caesar and feel gratitude for his goodwill towards the city. Year 2 of Tiberius Claudius Caesar Augustus Germanicus Imperator, the fourteenth of the month Neos Sebastos. The titulature, the envoys, and the city's goodwill (ll. 14–29) Tiberius Claudius Caesar Augustus Germanicus Imperator, pontifex maximus, holding the tribunician power, consul designate, to the city of the Alexandrians, greeting. Tiberius Claudius Barbillus, Apollonius son of Artemidorus, Chaeremon son of Leonidas, Marcus Iulius Asclepiades, Gaius Iulius Dionysius, Tiberius Claudius Phanias, Pasion son of Potamon, Dionysius son of Sabbion, Tiberius Claudius Apollonius son of Aristo, Gaius Iulius Apollonius, Hermaiscus son of Apollonius — your envoys — having delivered to me the decree, discoursed at length about the city, drawing my attention to your goodwill towards us, which, you may be sure, has long been stored up to your credit in my memory; for you are by nature reverent towards the Augusti, as I have come to know from many proofs, and in particular you showed warm zeal for my house, and were warmly cherished by it in return — of which, to mention the last instance and pass over the rest, the supreme witness is my brother Germanicus Caesar, who greeted you in words more unfeignedly his own. For which reasons I gladly accepted the honours given me by you, although I am not partial to such things. Birthday, statues, the tribe, the declined priesthood (ll. 30–51) And first I permit you to keep my birthday as a day of Augustus in the manner you have yourselves proposed; and I consent to the setting up, each in its place, of the statues of myself and of my family; for I see that you were eager to establish on every side memorials of your reverence towards my house. Of the two golden statues, the one made as the Claudian Augustan Peace shall — as my most honoured Barbillus suggested and entreated, when I would have refused it for fear of seeming too burdensome — be set up at Rome; the other shall be carried in procession on the name-days in your city, and let a ceremonial chair be carried with it, adorned with whatever finery you wish. It would be foolish, perhaps, while accepting such great honours, to refuse to institute a Claudian tribe and to allow the establishment of sacred groves after the manner of Egypt; therefore I grant you these things also. And if you wish, you may set up also the equestrian statues of Vitrasius Pollio, my procurator. As for the setting up of the four-horse chariots which you wish to dedicate to me at the approaches to the country, I consent that one be placed at the town called Taposiris in Libya, the second at Pharos of Alexandria, and the third at Pelusium in Egypt. But a high priest of myself and the building of temples I decline, not wishing to be offensive to the men of my own time, and holding that temples and the like have been set apart for the gods alone, by all the ages. Citizenship of the ephebes; confirmation of earlier grants (ll. 52–59) Concerning the requests which you have been anxious to obtain from me, I decide as follows. To all those registered as ephebes up to the time of my principate I confirm and guarantee the Alexandrian citizenship, with all the privileges and indulgences of the city, except any who, though born of slave mothers, have stolen in among you as ephebes; and it is no less my will that all the other favours be made secure which were granted to you by the emperors and kings and prefects before me, just as the deified Augustus also confirmed them. The temple-wardens, the triennial magistracies, the council deferred (ll. 60–72) The temple-wardens of the temple of the deified Augustus in Alexandria — which is the temple of the god Augustus — it is my will that they be chosen by lot, just as those at Canopus of the same god Augustus are chosen by lot. As for the civic magistracies being made triennial, your decision seems to me a very good one; for through fear of rendering account for any maladministration the magistrates will conduct themselves more moderately during their term of office. As for the council, what your custom was under the ancient kings I cannot say, but that you had no council under the Augusti before me you well know. Since this is a new matter, now being instituted for the first time, and it is unclear whether it will be of advantage to the city and to my own interests, I have written to Aemilius Rectus to look into the question and to make known to me whether the body ought to be constituted at all, and in what manner — if indeed it should be assembled — this is to be done. The 'war' with the Jews; the warning; the charge to the Alexandrians (ll. 73–88) As for the question which of the parties was responsible for the riot and the feud — or rather, if the truth must be told, the war — against the Jews, although in the confrontation your envoys, and particularly Dionysius son of Theon, contended with great zeal, nevertheless I have not wished to make a strict inquiry, though I store up within me an unrelenting anger against whichever party renews the conflict; and I tell you plainly that, unless you put a stop to this ruinous and obstinate mutual enmity, I shall be forced to show what a benevolent ruler becomes when he is turned to righteous anger. Wherefore even now I conjure you that the Alexandrians, on their part, behave gently and kindly towards the Jews who have inhabited the same city for many years, and do not dishonour any of the observances they keep in the worship of their god, but allow them to follow their own customs as they did in the time of the god Augustus — which customs I too, having heard both sides, have confirmed. The Jews not to overreach; the closing commendations and farewell (ll. 89–109) And the Jews, on the other side, I order not to aim at more than they have had before, and not in future to send two embassies, as if they lived in two cities — a thing never done before — and not to force their way into the games presided over by the gymnasiarchs and the kosmetai, since they enjoy what is their own and, in a city not their own, possess an abundance of all good things; and not to bring in or admit Jews sailing down from Syria or from Egypt, which will compel me to conceive graver suspicions. Otherwise I will by every means proceed against them as fomenting a common plague upon the whole world. If you both give up these ways and consent to live with mutual gentleness and kindness, I for my part will take the utmost care of the city, as one which has long belonged to my house. I bear witness to Barbillus, my companion, that he has always shown concern for you before me, and who now too has pleaded your cause with all zeal; and to Tiberius Claudius Archibius, my companion, likewise. Farewell.","integrity":{"base_text_sha256":"f06b5705b821c5e4f9fb9a655f029053b591aab63ba6dfa09ba6045738aa75d7","generated_by":"scripts/build_delivery_json.py"}}
