Genuine · CIL VI · Rome
9 entries · Physical stones preservedGenuine · CIL X · Southern Italy & Sicily
3 entries · 20 inscriptionsGenuine · IG XIV & IGUR I · Greek Inscriptions
5 entries[— — — — — — — — — — — — — — κα]τὰ τοῦ ὁρίου ἐς τὸν πο-
[ταμὸν — — — — — — — καὶ κατ]ὰ τοῦ ποταμοῦ ἕστε ποτὶ
[τὸν ῥοίσκον τὸν ὁρίζοντ]α τὸν · βʹ · κλᾶρον καὶ ἂν τοῦ ῥο-
[ίσκου ἐς τὰν ὁδὸν τ]ὰν ἐπὶ τὰν Ἰπύρραν, αἱ ἐλαῖαι αἱ ἐ-
[πιγεγραμμέναι] αὗται ἀκολουθέοντι τῷ κλάρῳ τούτῳ.
[τὸ — — — — — —] τὸ ὑπὸ τὸν ὀχετὸν ἄχρι ποτὶ τὰν κράναν
[τὰν Ἰπύ]ρραν οὐκ ἐργαξεῖται καὶ περίστασιν ἀφησεῖται
πό(δας) οʹ παντᾷ, τὰ δὲ δένδρεα καρπεύσετ[αι].
[εʹ] ἀπὸ τοῦ τέ(ρμονος) τοῦ ποτὶ τᾷ κράνᾳ τᾷ Ἰπύρρᾳ κατὰ τᾶς ὁδοῦ ἐς τὰν ἐλαίαν τὰν κολοβάν, ἐν ᾇ τέ(ρμων), καὶ ἐς τὰν ἐλαίαν, ἐν ᾇ τέ(ρμων), καὶ τᾷ ὁδῷ ἐς τὸν ποταμὸν καὶ κατὰ τοῦ ποταμοῦ ἐς τὸ ὅριον τοῦ · δʹ · κλάρου καὶ ὡς τὰ ὅρια τοῦ · δʹ · κλάρου, αἱ ἐλαῖαι αὗται αἱ ἐπιγεγραμμέναι ἕπονται τῷ κλάρῳ τούτῳ.
ϛʹ ἀπὸ τᾶς ὁδοῦ τᾶς Ξενίδος κατὰ τᾶς ὁδοῦ τᾶς παρὰ τὸ Μειλιχιεῖον ἐς τὸν ῥοίσκον καὶ κατὰ τοῦ ῥοίσκου ἐς τὰν συμβολὰν τοῦ ῥοίσκου καὶ ἂν τοῦ ῥοίσκου ἐς τὰν ὁδὸν τὰν Ξενίδα, ἀκολουθεῖ τῷ κλάρῳ τούτῳ τὸ ὕδωρ τὸ ἐκ τᾶς κράννας καὶ τοῦ βαλανείου τὸ ἀπορρέον
<ζʹ> ἀπὸ τοῦ ὁρίου τοῦ · ϛʹ · κλάρου κατὰ τᾶς ὁδοῦ τᾶς ἀγούσας ἐπὶ τὸ Τάπανον ἐς τὰν σκαφιὰν τὰν παρὰ τὰν Θεματεῖτιν καὶ ὡς αἱ σκαφιαὶ παρὰ τὰν ἅλον ἐς τὰν ἐλαίαν, ἐν ᾇ τέ(ρμων), καὶ ἐς τὰν ἐλαίαν, ἐν ᾇ τέ(ρμων), καὶ ἐς τὸν ῥοίσκον καὶ ἂν τοῦ ῥοίσκου ἐς τὰν ὁδὸν τὰν ἐπὶ τὸ Τάπανον, αἱ ἐλαῖαι αἱ ἐπιγεγραμμέναι αὗται ἕπονται τῷ κλάρῳ τούτῳ.
ηʹ ἀπὸ τᾶς σκαφιᾶς τᾶς παρὰ τὰν Θεματεῖτιν ἐς τὸ ῥοείδιον καὶ κατὰ τοῦ ῥοειδίου ἐς τὸν ἀγριέλαιον, ἐν ᾧ τέ(ρμων), καὶ ἐπίστρεμμα ἐς τὰν ἐλαίαν, ἐν ᾇ τέ(ρμων), καὶ ἐς τὰν ἐλαίαν, ἐν ᾇ τέ(ρμων), καὶ ἐς τὰν ἐλαίαν, ἐν ᾇ τέ(ρμων), καὶ ἐς τὰν ἐλαίαν ἐν ᾇ τέ(ρμων), καὶ ἐς τὸν πέτρον, ἐν ᾧ τέ(ρμων), καὶ ἐς τὰν ἐλαίαν, ἐν ᾇ τέ(ρμων), καὶ ἐς τὰν σκαφιὰν καὶ ἐς τὸν τέ(ρμωνα) τὸν ποτὶ τᾷ Ἰπύρρᾳ καὶ κατὰ τᾶς ὁδοῦ ἕστε ποτὶ τὸν ῥοίσκον καὶ ἂν τοῦ ῥοίσκου ἕστε ποτὶ τὰν ἐλαίαν τὰν ἐπιγεγραμμέναν, καὶ ὡς τὰ ὅρια τοῦ · ζʹ · κλάρου, αἱ ἐλαῖαι αἱ ἐπιγεγραμμέναι αὗται ἕπονται τῷ κλάρῳ τούτῳ.
θʹ ἀπὸ τοῦ ἀγριελαίου, ἐν ᾧ τέ(ρμων), καὶ κατὰ τοῦ ῥοειδίου ἐς τὰν ἐλαίαν, ἐν ᾇ τέ(ρμων), καὶ ἐς τὰν ἐλαίαν, ἐν ᾇ τέ(ρμων), καὶ ἐς τὰν ἐλαίαν τὰν ἐπιγεγραμμέναν πό(λις) Ἀ(λαισίνων) καὶ ὡς αἱ σκαφιαὶ αἱ παρὰ τοὺς πασσάλους καὶ κάτω ὡς αἱ σκαφιαὶ καὶ οἱ πάσσαλοι ἄχρι ἐς τὰν σκανάν, καὶ ἐκ τᾶς σκανᾶς ἂν τοῦ τοίχου καὶ ὡς ὁ τοῖχος ἐς τὰν σκαφιὰν καὶ ὡς αἱ σκαφιαὶ ἐς τὸν τέ(ρμονα) τὸν ὑπὲρ τᾶς ὁδοῦ καὶ ἂν τᾶς ὁδοῦ ἐς τὸν τέ(ρμονα) τὸν ποτὶ τᾷ Ἰπύρρᾳ καὶ ὡς τὰ ὅρια τοῦ · ηʹ · κλάρου· ἁ σκανὰ κοινὰ ποτὶ τὸν μισθωσάμενον τὸν · ιʹ · κλᾶρον· αἱ ἐλαῖαι αἱ ἐπιγεγραμμέναι αὗται ἕπονται τῷ κλάρῳ τούτῳ.
ιʹ ἀπὸ τᾶς σκανᾶς κάτω ὡς αἱ σκαφιαὶ καὶ οἱ πάσσαλοι ἐς τὸν τοῖχον καὶ ὡς ὁ τοῖχος ἐς τὰν σκαφιὰν καὶ ὡς αἱ σκαφιαὶ ἐς τὸν ποταμὸν καὶ κατὰ τοῦ ποταμοῦ ἕστε ποτὶ τὰν ὁδὸν τὰν ὁρίζουσαν τὸν · ζʹ · κλᾶρον καὶ ὡς τὰ ὅρια τοῦ · ζʹ · καὶ · θʹ · κλάρου.
αιʹ ἀπὸ τοῦ ὁρίου τοῦ · θʹ · κλάρου κατὰ τᾶς ὁδοῦ τᾶς ἐπὶ τὸ Τάπανον ἐς τὰν γωνίαν τὰν ἀνωτάταν τοῦ περιτειχίσματος τοῦ Ταπάνου καὶ ἐκ τοῦ Ταπάνου κατὰ τᾶς ποθόδου τᾶς ἐς τὸ Ἀδρανιεῖον ἐς τὰν ἐλαίαν, ἐν ᾇ τέ(ρμων), καὶ ἐς τὰς σιδέας καὶ ἐς τὰν ἐλαίαν, ἐν ᾇ τέ(ρμων), καὶ ὡς αἱ σκαφιαὶ αἱ ὑπὸ τὸν τέρμονα ἐς τὸ ῥοείδιον καὶ ἂν τοῦ ῥοειδίου ἐς τὰν σκαφιὰν τὰν παρὰ τὰν Θεματεῖτιν καὶ ἐς τὰν ὁδὸν τὰν ἄγουσαν ἐπὶ τὸ Τάπανον, αἱ ἐλαῖαι αἱ ἐπιγεγραμμέναι αὗται ἕπονται τῷ κλάρῳ τούτῳ.
βιʹ ἀπὸ τοῦ Ταπάνου κατὰ τᾶς ὁδοῦ ἕστε ποτὶ τὸ ῥοείδιον καὶ κατὰ τοῦ ῥοειδίου ἕστε ποτὶ τὸν πάσσαλον τὸν παρὰ τὸ ῥοείδιον καὶ ὡς οἱ πάσσαλοι ἕστε ποτὶ τὸ ὅριον τοῦ · αιʹ · κλάρου καὶ ὡς τὰ ὅρια τοῦ · αιʹ · κλάρου· παρεξεῖ πόθοδον ἑξάπεδον ποτὶ τὸ Ἀδρανιεῖον καὶ · κʹ · πό(δας) ἀποστασεῖ ἀπὸ τοῦ ναοῦ παντᾷ.
γιʹ ἀπὸ τᾶς σκαφιᾶς τὰς παρὰ τὸν Ὀπικανὸν κατὰ τοῦ Ὀπικανοῦ ἐς τὸν ποταμὸν καὶ κατὰ τοῦ ποταμοῦ ἕστε κατὰ τὸν τέ(ρμονα) τὸν ἐν τῷ κλάρῳ(?) καὶ ἂν τῶν τε(ρμόνων) ἐς τὸν τέ(ρμονα) τὸν ποτὶ τᾷ συκέᾳ τὸν ὑπὸ τὰν ὁδὸν καὶ ὡς ἁ ὁδὸς ἕστε ποτὶ τὸ ὅριον τοῦ · γιʹ · κλάρου τοῦ μεγάλου δρυμοῦ καὶ ὡς τὸ ὅριον τοῦ · γιʹ · κλάρου τοῦ μεγάλου δρυμοῦ.
ἐλαιοκόμιον δίκλαρον
περίστασις τῷ ἐλαιοκομίῳ εἴ τίς ἐστι ἱερά, ἕπεται· οὐ ποιησοῦντι δὲ βυρσοδέψιον οὐδὲ μαγειρικὸν οἱ μισθωσάμενοι τὸ ἐλαιοκόμιον.
Col. II [— — — — — — — — — — — — — — — — — — — — — — — —]ου καὶ
[— — — — — — — — — — — — — — — — — — — — — —]ν τὰν ὑπὸ τὸ
[— — — — — — — — — — — — — — — — — — — —] ἐς τὸν τέρμονα
[— — — — — — — — — — — — — — — τὸ ὅρ]ιον τοῦ · θʹ · κλάρου καὶ
[— — — — — — — — — — — —ου τ]οῦ κατὰ τοῦ ῥόου τοῦ Ὀπικανοῦ
[— — — — — — — — — — — — — κ]αὶ ἐς τὸν τέ(ρμονα) καὶ ἐς τὰν σκαφιὰν τὰν
[παρὰ — — — — — — — κ]αὶ ὡς ὁ τέρμων καὶ αἱ σκαφιαὶ ἐς τὰν ἐλαί-
[αν, ἐν ᾇ τέ(ρμων), καὶ] ἐς τὸ ὅριον τοῦ · ιʹ · κλάρου καὶ ἄν τοῦ ὁρίου τοῦ · ιʹ · [κλά]-
ρου ἕστε ποτὶ τὸ ὅριον τοῦ Πικάττου καὶ ὡς τὰ ὅρια τοῦ Πικάττου, τούτῳ τῷ κλάρῳ ἕπονται αἱ ἐλαῖαι αἱ ἐπιγεγραμμέναι αὗται.
βιʹ ἀπὸ τοῦ τέρμονος τοῦ ὑπὸ τὰν Ἀσπίδα ἐς τὸν πλάταμον, εἷ τέ(ρμων), καὶ ἐς τὰν ἐλαίαν, ἐν ᾇ τέ(ρμων), καὶ ἐς τὰν σκαφιὰν καὶ ὡς αἱ σκαφιαὶ ἐς τὰν ἐλαίαν, ἐν ᾇ τέ(ρμων), καὶ ἐς τὰν ὁδὸν τὰν ἀπὸ τοῦ Ταπάνου καὶ ἂν τᾶς ὁδοῦ ἕστε ποτὶ τὸ ὅριον τοῦ · ζʹ · κλάρου καὶ ὡς τὰ ὅρια τοῦ · ζʹ · κλάρου ἐς τὸν τέρμονα καὶ ὡς ὁ τέρμων ἄχρι κατὰ τὸν πλάταμον, τούτῳ τῷ κλάρῳ ἕπονται αἱ ἐλαῖαι αὗται αἱ ἐπιγεγραμμέναι.
γιʹ ἀπὸ τοῦ ὁρίου τοῦ · αιʹ · κλάρου κατὰ τοῦ Ὀπικανοῦ ἐς τὰν σκαφιὰν τὰν παρὰ τὸν Ὀπικανὸν καὶ ὡς αἱ σκαφιαὶ αἱ ὑπὸ τὸν τέρμονα ἐς τὰν ὁδὸν τὰν ἄγουσαν ἐπὶ τὸ Τάπανον καὶ ἂν τᾶς ὁδοῦ ἕστε ποτὶ τὸ ὅριον τοῦ · βιʹ · κλάρου καὶ ὡς τὰ ὅρια τοῦ · βιʹ · κλάρου.
τοῖς παρὰ τὸν ῥοῦν τὸν Ἄλαισον δαιθμοὺς <ζ>.
αʹ ἀπὸ τοῦ ῥόου τοῦ Ἀλαίσου ἐς τὸν τέ(ρμονα) τὸν ἐν τῷ πέτρῳ τὸν παρὰ τὰς πυάλους καὶ ἂν τοῦ ῥάχα ἐς τὸν πέτρον, ἐν ᾧ τέ(ρμων), καὶ ἐς τὰν ὁδὸν καὶ ἂν τᾶς ὁδοῦ ἐς τὸν ῥοίσκον καὶ ἂν τοῦ ῥοίσκου ἐς τὰν σκαφιὰν τὰν ὑπὸ τῷ τέρμονι καὶ ὡς ὁ τέρμων ὁ ὑπὲρ τᾶς σκαφιᾶς ἕστε ποτὶ τὰν ἅλον καὶ ὑπὲρ τᾶς ἅλου ὡς ὁ τέρμων ὑπὲρ τὰν σκαφιὰν καὶ ἐς τὰν σκαφιὰν τὰν παρὰ τὰν ἐλαίαν καὶ ὑπὲρ τᾶς ἐλαίας ὡς ὁ τρίβος καὶ αἱ σκαφιαὶ ἐς τὰν ἐλαίαν τὰν ἐπιγεγραμμέναν πό(λις) Ἀ(λαισίνων) καὶ ἐκ τᾶς ἐλαίας ὡς ὁ τέρμων ὑπὲρ τὰν ἐλαίαν ἐς τὰν σκαφιὰν καὶ ἄνω ἐς τὰς ῥάμνους καὶ ὡς αἱ ῥάμνοι περὶ τὸν τέρμονα καὶ ἐς τὰν σκαφιὰν καὶ ἄνω ἐς τὸν τέ(ρμονα) τὸν ἐν τῷ λίθῳ καὶ ὡς ὁ τέρμων ὑπὸ τὰν ἅλον καὶ ἐς τὸν τέ(ρμονα) τὸν ἐν τῷ πύργῳ καὶ ὑπὸ τὸν πύργον ἐς τὸν ῥοίσκον τὸν ὑπὸ τὰν ῥῖνα τὰν ἐν τῷ πύργῳ, εἷ τέ(ρμων), καὶ κατὰ τοῦ ῥοίσκου ἐς τὸν ῥοῦν τὸν Ἄλαισον καὶ ἂν τοῦ Ἀλαίσου ἐς τὰν ἀρχὰν τᾶς περιωρεσίας· ἐν τούτῳ Ἀγρίου.
βʹ ἀπὸ τᾶς ῥινὸς τᾶς ἐν τῷ πύργω, εἷ τέ(ρμων), ὑπὸ τὸν πύργον ἕστε ποτὶ τὸν τέ(ρμονα) τὸν ἐν τῷ πύργῳ καὶ ἀπὸ τοῦ τέ(ρμονος) κάτω ὡς αἱ σκαφιαὶ ἐς τὰν ἀχράδα τὰν ἐπιγεγραμμέναν πό(λις) Ἀ(λαισίνων) καὶ ὡς αἱ σκαφιαὶ ἐς τὰν ἐλαίαν τὰν ἐπιγεγραμμέναν πό(λις) Ἀ(λαισίνων) καὶ ἐς τὰν συκέαν τὰν ἐπιγεγραμμέναν πό(λις) Ἀ(λαισίνων) καὶ ὡς αἱ σκαφιαὶ ἕστε ποτὶ τὸν τέρμονα καὶ ὡς ὁ τέρμων ἐς τὸν ῥοίσκον καὶ κατὰ τοῦ ῥοίσκου ἐς τὸν ῥοῦν τὸν Ἄλαισον καὶ ἂν τοῦ Ἀλαίσου ποτὶ τὸ ὅριον τοῦ · αʹ · κλάρου· ἐν τούτῳ Ἐλαφέος.
γʹ ἀπὸ τοῦ τέ(ρμονος) τοῦ ἐν τῷ πύργῳ τοῦ ὁρίζοντος τὸν · βʹ · κλᾶρον ἕστε ποτὶ τὸν ῥοίσκον τὸν ἐκ τοῦ διαπαύματος ῥέοντα καὶ κατὰ τοῦ ῥοίσκου ἐς τὰν συμβολὰν τοῦ ῥοειδίου καὶ ἂν τοῦ ῥοειδίου ἐς τὸν τέρμονα καὶ ὡς τὰ ὅρια τοῦ · βʹ · κλάρου· ἐν τούτῳ Ἐλαφέος.
δʹ ἀπὸ τοῦ ῥοίσκου τοῦ ἐκ τοῦ διαπαύματος ὑπὸ τὸν πύργον ἕστε ποτὶ τὸν ῥοίσκον τὸν ῥέοντα ἐκ τᾶς ῥινὸς τᾶς κατὰ τὸ ἱερόν, εἷ τὰ χάλκια, κατὰ τὸ μαγειρικὸν καὶ κατὰ τοῦ ῥοίσκου ἕστε ποτὶ τὸν τέρμονα, εἷ σκαφιά, καὶ ὡς ὁ τέρμων ἄχρι ποτὶ τὸν ῥοίσκον τὸν ῥέοντα ἐκ τοῦ διαπαύματος τὸν ὁρίζοντα τὸν · γʹ · κλᾶρον.
εʹ ἀπὸ τοῦ τέρμονος, εἷ ἁ σκαφιά, κατὰ τοῦ ῥοίσκου ἐς τὰν σκαφιὰν καὶ ὡς αἱ σκαφιαὶ ἐς τὸν ῥοῦν τὸν Ἄλαισον καὶ ἂν τοῦ Ἀλαίσου ἕστε ἐς τὸν ῥοίσκον τὸν ὁρίζοντα τὸν · βʹ · κλᾶρον καὶ ἂν τοῦ ῥοίσκου ἕστε ἐς τὸν τέρμονα τὸν ὁρίζοντα τὸν · δʹ · κλᾶρον.
ϛʹ ἀπὸ τᾶς ῥινὸς τᾶς κατὰ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τᾶς κατὰ τὰ χάλκια τὰ ποτὶ τῷ μαγειρικῷ ὑπὸ τὸν πύργον ἕστε ποτὶ τὰν ῥεῖνα τὰν πελαστάταν ποτὶ τὸ τυρρίδιον καὶ κατὰ τοῦ ῥάχα ὡς αἱ σκαφιαὶ ἐς τὰν ἅλον καὶ ἐς τὸν τέ(ρμονα) καὶ κάτω ὡς αἱ σκαφιαὶ ἐς τὸν τέρμονα καὶ ὡς ὁ τέρμων καὶ αἱ σκαφιαὶ ἐς τὸν · βʹ · ῥοίσκον καὶ κατὰ τοῦ ῥοίσκου ἐς τὸν ῥοῦν τὸν Ἄλαισον καὶ ἂν τοῦ Ἀλαίσου ἐς τὸ ὅριον τοῦ · εʹ · κλάρου.
ζʹ ἀπὸ τοῦ πύργου κατὰ τοῦ βαθέος ῥόου ἐς τὸν ῥοῦν τὸν Ἄλαισον καὶ ἂν τοῦ Ἀλαίσου ἄχρι ποτὶ τὸν · αʹ · ῥοίσκον καὶ ἂν τοῦ ῥοίσκου ἄχρι ποτὶ τὸν πύργον· ἐν τούτῳ Ἡρακλείδα Ἀπολλωνίου καὶ Φιλοξένου Μενίσκου.
Σκυρεώνοις δαιθμοὺς · ΙΙ
αʹ ἀπὸ τᾶς ῥεινὸς καθὼς ὁ πύργος ἄχρι ποτὶ τὰν ῥεῖνα τὰν ἐχομέναν τοῦ · βʹ · τυρριδίου καὶ ἀπὸ τᾶς ῥεινὸς κατὰ τοῦ ῥοειδίου ἄχρι ποτὶ τὸν τέρμονα καὶ ὡς ὁ τέρμων ὁ ὑπὲρ τᾶς ἅλου καὶ ἂν τοῦ ῥάχα ὡς αἱ σκαφιαὶ ἐς τὰν ῥεῖνα· ἐν τούτῳ Ἱστιείου Θέστωνος καὶ Πελαγίου.
βʹ ἀπὸ τοῦ τέρμονος κατὰ τοῦ ῥοίσκου ἕστε ποτὶ τὸν τέρμονα, εἷ σκαφιά, καὶ τῷ τέρμονι(?) ἕστε ποτὶ τὸ ῥοείδιον τὸ ῥέον ἀνὰ μέσον τῶν γαεώνων καὶ ἂν τοῦ ῥοειδίου ἕστε ποτὶ τὸν τέρμονα καὶ ὡς ὁ τέρμων ἐς τὸ ῥοείδιον.
γʹ ἀπὸ τοῦ τέρμονος κατὰ τοῦ ῥοειδίου τοῦ ἀνὰ μέσον τῶν γαεώνων ἕστε ποτὶ τὸν τέρμονα, εἷ σκαφιά, καὶ ὡς ὁ τέρμων καὶ αἱ σκαφιαὶ ἂν τοῦ ῥάχα ἐς τὸν τέ(ρμονα) καὶ ὑπὲρ τᾶς ἅλου καὶ ἐς τὸν τέρμονα καὶ ὡς ὁ τέρμων ἄχρι ποτὶ τὸν ῥοίσκον.
νηστάτοις ∙ Αὐρ(ήλιος) ∙ Διονύσιος στρατιώτης
τοῦ πραιτ(ωρίου) ∙ ἑκατοντάρχ(ου) ∙ Φλωρεντίνου ∙ θέλω-
ν ἀνέθηκα.
σιν θεοῦ Δολι-
χηνοῦ ἀνέστησα
κατ' Ἀθηνέου τοῦ ἱ-
εροῦ Μάρκος Οὖλ-
πις καὶ ὁ υἱὸς Μάρ-
κος Οὖλπις Ἀρτέ-
μων. ❦
ἔθνους ∙ τῆς
λ(αμπροτάτης) ∙ μ(ητροπόλεως) ∙ Ἀναζαρ-
βέων ∙ Αὐρ(ήλιος) ∙
Μάρκος ∙ στάτωρ
εὐχῆς ∙ χάριν.
Forgeries (Falsae) · Ligorio's Fabrications
~144 entries · No physical stones⚠ Note on Forged Inscriptions
Entries marked with an asterisk (*) in the CIL are falsae vel dubiae — spurious or doubtful inscriptions rejected by Mommsen and subsequent editors. Ligorio's forgeries have no surviving physical stones: the only "images" are his own manuscript drawings, principally in the volumes below. Some forged entries cross-reference genuine stones (e.g. VI 867* = VI 2520), where Ligorio fabricated a variant reading of a real text.
| Repository | Shelfmark | Notes |
|---|---|---|
| Naples, Biblioteca Nazionale | Ms. XIII.B.7 | Primary volume; 142 drawings. Published facsimile: Mandowsky & Mitchell (Warburg, 1963). Morgan Library online ↗ |
| Naples, Biblioteca Nazionale | Ms. XIII.B.6 & XIII.B.8 | Additional Ligorio material |
| Turin, Archivio di Stato | Vol. a.III.14 et al. | Many drawings; see Pirro Ligorio's Worlds (Brill, 2018) |
| Oxford, Bodleian Library | MS Canon. Ital. 138 | — |
| Vatican Library | Vat. lat. 3439; Vat. lat. 6034 | Ligorio/Matal corpus; see Vagenheim 2014 |