籬廬 magalia / Cicero

PASSAGE · 史料

Cassius Dio, Roman History 39.63.1–5

Gabinius: a second proceeding ends differently加比尼乌斯:另案结局相反

Cassius Dio, Roman History 39.63.1–5

Before the selection选段之前

The preceding chapter discusses the restoration of Ptolemy and the first trial. These are separate proceedings, not successive votes in one trial.前章讨论复位托勒密与第一次审判;两者是分别的诉讼,不能读成一场审判先后两次投票。

Read the preceding original context阅读前文原文 (2)
urn:cts:greekLit:tlg0385.tlg001.perseus-grc2:39.62.2
39.62.2συχναῖς πάνυ ἡμέραις μὴ τολμῆσαι φανῆναι. τὰ μὲν οὖν ἐγκλήματα πολλὰ ἦν, καὶ κατηγόρους οὐκ ὀλίγους εἶχε. πρῶτον δʼ οὖν περὶ τῆς τοῦ Πτολεμαίου καθόδου, ἅτε καὶ μεγίστου, ἐδικάσθη. καὶ ὅ γε δῆμος σύμπας ὡς εἰπεῖν πρός τε τὸ δικαστήριον συνερρύη καὶ διασπάσασθαι πολλάκις αὐτὸν ἠθέλησεν, ἄλλως τε καὶ ὅτι οὔθʼ ὁ Πομπήιος παρῆν καὶ ὁ Κικέρων δεινότατα αὐτοῦ κατηγόρησεν.
Source unit XML · 来源单元
urn:cts:greekLit:tlg0385.tlg001.perseus-grc2:39.62.3
39.62.3οὕτω δὲ αὐτῶν διακειμένων ὅμως ἀφείθη· αὐτός τε γάρ, ἅτε ἐπὶ τηλικούτοις κρινόμενος, παμπληθῆ χρήματα ἀνάλωσε, καὶ οἱ τοῦ Πομπηίου τοῦ τε Καίσαρος ἑταῖροι προθυμότατα αὐτῷ συνήραντο, λέγοντες ἄλλον τέ τινα καιρὸν καὶ ἄλλον βασιλέα πρὸς τῆς Σιβύλλης εἰρῆσθαι, καὶ τὸ μέγιστον ὅτι μηδεμία τῶν πραχθέντων τιμωρία ἐν τοῖς ἔπεσιν αὐτῆς ἐνεγέγραπτο.
Edition notes (1)版本注记(1)
  • o(/mws a)fei/qh Rk., a)fei/qh L.
Source unit XML · 来源单元

Selected original passage所选原文

urn:cts:greekLit:tlg0385.tlg001.perseus-grc2:39.63.1
39.63.1ὁ δʼ οὖν δῆμος ὀλίγου μὲν καὶ τοὺς δικαστὰς ἀπέκτεινε, διαφυγόντων δὲ αὐτῶν ἐπετήρει τὰ λοιπὰ αὐτοῦ ἐγκλήματα, καὶ ἐποίησεν ἐπʼ ἐκείνοις
Source unit XML · 来源单元
urn:cts:greekLit:tlg0385.tlg001.perseus-grc2:39.63.2
39.63.2γοῦν αὐτὸν ἁλῶναι. οἱ γὰρ λαχόντες περὶ αὐτῶν κρῖναι, τό τε πλῆθος ἅμα φοβηθέντες καὶ μηδὲν μέγα παρὰ τοῦ Γαβινίου εὑρόμενοι (ὡς γὰρ ἐπί τε βραχυτέροις εὐθυνόμενος καὶ προσδοκῶν καὶ τότε κρατήσειν οὐ πολλὰ ἐδαπάνησἐ κατεψηφίσαντο αὐτοῦ, καίτοι τοῦ τε Πομπηίου πλησίον ὄντος καὶ τοῦ Κικέρωνος συναγορεύοντος αὐτῷ.
Edition notes (2)版本注记(2)
  • w(s *bk., o(\ L.
  • sunagoreu/ontos Xyl., a)goreu/ontos L.
Source unit XML · 来源单元
urn:cts:greekLit:tlg0385.tlg001.perseus-grc2:39.63.3
39.63.3ὁ γὰρ Πομπήιος κατὰ τὴν τοῦ σίτου πρόνοιαν, ἐπειδὴ πολὺς ὑπὸ τοῦ ποταμοῦ διέφθαρτο, ἐκδημήσας ὥρμησε μὲν ὡς καὶ ἐς τὸ πρότερον δικα- στήριον ἀπαντήσων (ἐν γὰρ τῇ Ἰταλίᾳ ἦνʼ, ὑστερήσας δὲ αὐτοῦ οὐκ ἀπεχώρησεν ἐκ τοῦ
Source unit XML · 来源单元
urn:cts:greekLit:tlg0385.tlg001.perseus-grc2:39.63.4
39.63.4προαστείου πρὶν καὶ ἐκεῖνο τελεσθῆναι. καὶ μέντοι καὶ τοῦ δήμου ἔξω τοῦ πωμηρίου (τὴν γὰρ ἀρχὴν ἤδη τὴν τοῦ ἀνθυπάτου ἔχων οὐκ ἠδυνήθη ἐς τὴν πόλιν ἐσελθεῖνʼ ἀθροισθέντος πολλὰ ὑπὲρ τοῦ Γαβινίου ἐδημηγόρησε, καὶ γράμματά τέ τινα παρὰ τοῦ Καίσαρος πρὸς ἑαυτὸν ὑπὲρ αὐτοῦ πεμφθέντα
Source unit XML · 来源单元
urn:cts:greekLit:tlg0385.tlg001.perseus-grc2:39.63.5
39.63.5ἀνέγνω, καὶ τοὺς δικαστὰς ἱκέτευσε, τόν τε Κικέρωνα οὐχ ὅπως κατηγορῆσαι ἔτʼ αὐτοῦ ἐκώλυσεν, ἀλλὰ καὶ ὑπερδικῆσαι ἔπεισεν, ὥστε καὶ ἐκ τούτου τὸ τοῦ αὐτομόλου ἔγκλημα καὶ ὄνομα ἐπὶ πλεῖόν οἱ αὐξηθῆναι. οὐ μέντοι καὶ ὠφέλησέ τι τὸν Γαβίνιον, ἀλλὰ τότε μὲν ἔφυγεν ἁλούς, ὥσπερ εἶπον, ὕστερον δʼ ὑπὸ τοῦ Καίσαρος κατήχθη.
Edition notes (1)版本注记(1)
  • e)/peisen Reim., kai\ e)/peisen L.
Source unit XML · 来源单元

Editorial summary编辑摘要

After an earlier acquittal, Dio reports conviction on the remaining charges, with Cicero now supporting Gabinius. He also reports exile and a later restoration by Caesar.在此前开释之后,狄奥记其因余下指控被定罪,西塞罗此时支持加比尼乌斯;又记其流亡及后来由凯撒召回。

After the selection选段之后

Dio explains the reversal through public anger, payments and Pompey’s influence, before turning to Julia’s death. These explanations are Dio’s.狄奥以民愤、钱款与庞培影响解释反转,继而转向尤利娅之死;这些因果说法出自狄奥。

Read the following original context阅读后文原文 (1)
urn:cts:greekLit:tlg0385.tlg001.perseus-grc2:39.64.1
39.64.1ἐν δὲ τῷ αὐτῷ τούτῳ χρόνῳ καὶ ἡ τοῦ Πομπηίου γυνὴ θυγάτριόν τι τεκοῦσα ἀπέθανε· καὶ αὐτήν, εἴτε διαπραξαμένων τῶν τε ἐκείνου καὶ τῶν τοῦ Καίσαρος φίλων, ἢ καὶ ἄλλως πως χαρίσασθαί τινες αὐτοῖς ἐθελήσαντες συνήρπασαν, ἐπειδὴ τάχιστα τῶν ἐν τῇ ἀγορᾷ ἐπαίνων ἔτυχε, καὶ ἐν τῷ Ἀρείῳ πεδίῳ ἔθαψαν, καίτοι τοῦ Δομιτίου ἀνθισταμένου καὶ λέγοντος ἄλλα τε καὶ ὅτι οὐχ ὁσίως ἐν τῷ ἱερῷ τόπῳ ἄνευ τινὸς ψηφίσματος θάπτοιτο.
Source unit XML · 来源单元

Dio’s description of Cicero as an accuser in the first trial needs comparison with Q. fr. 3.4.1–2 and 3.9.1, where Cicero denies taking the prosecution and describes himself as a witness.狄奥称西塞罗在首案控告,须与 Q. fr. 3.4.1—2、3.9.1 对读:西塞罗否认自己承任起诉,并称自己作证。

Edition, reuse and extraction版本、复用与提取

Perseus Digital Library, Tufts University; Cassius Dio. Dio's Roman History, Vols. 3-6. Cary, Earnest, editor. London: William Heinemann; New York, NY: G. P. Putnam's Sons, 1914-1917.

Perseus repository · 语料库 · CC BY-SA 4.0

Whitespace normalized; notes separated; deletions ⟦ ⟧ and additions/supplements ⟨ ⟩ marked; gaps explicit; no ancient wording supplied.

SHA-256 3cb28750f2a5d050ad973fe631952c4e3855ca57e40aa987e121133eed172535

machine-assisted editorial synthesis; exact source extraction checked; independent scholarly review pending

The trials it reports所涉诉讼