籬廬 magalia / Cicero

PASSAGE · 史料

Cassius Dio, Roman History 40.54.1–4

Milo: conviction and the later speech米洛:定罪与后成的演说

Cassius Dio, Roman History 40.54.1–4

Before the selection选段之前

The preceding chapter situates the hearing under Pompey’s armed control of the court. The setting matters to Dio’s explanation of Cicero’s fear.前章将审讯置于庞培以武力控制法庭的环境中;狄奥据此解释西塞罗的惊惧。

Read the preceding original context阅读前文原文 (3)
urn:cts:greekLit:tlg0385.tlg001.perseus-grc2:40.53.1
40.53.1ἄλλοι τε οὖν ἐκ τούτου πολλοὶ ἑάλωσαν καὶ Πλαύτιος Ὑψαῖος ἀνταιτήσας τῷ τε Μίλωνι καὶ τῷ Σκιπίωνι τὴν ὑπατείαν. τῶν γὰρ δὴ τριῶν
Edition notes (1)版本注记(1)
  • e(a/lwsan Bs., kai\ e(a/lwsan L.
Source unit XML · 来源单元
urn:cts:greekLit:tlg0385.tlg001.perseus-grc2:40.53.2
40.53.2δωροφορησάντων μόνος ἐκεῖνος κατεδικάσθη. ὅ τε γὰρ Σκιπίων ἐγράφη μὲν καὶ ὑπὸ δυοῖν γε, οὐκ ἐκρίθη δὲ διὰ τὸν Πομπήιον· καὶ ὁ Μίλων ἐπὶ μὲν τούτῳ οὐκ ἐσήχθη (τὸ γὰρ τοῦ φόνου ἔγκλημα μεῖζον εἶχενʼ, ὑπαχθεὶς δὲ ἐπʼ ἐκείνῳ ἑάλω, μηδὲν δυνηθεὶς βίαιον δρᾶσαι. ὁ γὰρ Πομπήιος τήν τε ἄλλην πόλιν διὰ φυλακῆς ἐποιήσατο, καὶ
Edition notes (1)版本注记(1)
  • tou/tw| St., tou/tou L.
Source unit XML · 来源单元
urn:cts:greekLit:tlg0385.tlg001.perseus-grc2:40.53.3
40.53.3ἐς τὸ δικαστήριον σὺν ὁπλίταις ἐσῆλθε, θορυβησάντων τε ἐπὶ τούτῳ τινῶν προσέταξε τοῖς στρατιώταις ἐκδιῶξαι αὐτοὺς ἐκ τῆς ἀγορᾶς πλαγίοις καὶ πλατέσι τοῖς ξίφεσι παίοντας. ἐπειδή τε οὐχ ὑπεῖκον ἀλλὰ καὶ καθάπερ ἐν παιδιᾷ τινι πλαγιαζόμενοι ὕβριζον, καὶ ἐτρώθησάν τινες αὐτῶν καὶ ἀπέθανον.
Source unit XML · 来源单元

Selected original passage所选原文

urn:cts:greekLit:tlg0385.tlg001.perseus-grc2:40.54.1
40.54.1τά τε οὖν δικαστήρια ἡσύχως ἐκ τούτων συνήγετο, καὶ ἐδικαιώθησαν ἐπί τε ἑτέροις τισὶ πολλοὶ καὶ ἐπὶ τῷ τοῦ Κλωδίου φόνῳ ἄλλοι τε καὶ ὁ Μίλων, καίτοι τὸν Κικέρωνα συναγωνιστὴν ἔχων.
Source unit XML · 来源单元
urn:cts:greekLit:tlg0385.tlg001.perseus-grc2:40.54.2
40.54.2ὁ γὰρ ῥήτωρ ἐκεῖνος τόν τε Πομπήιον καὶ τοὺς στρατιώτας ἐν τῷ δικαστηρίῳ παρὰ τὸ καθεστηκὸς ἰδὼν ἐξεπλάγη καὶ κατέδεισεν, ὥστε τῶν μὲν παρεσκευασμένων μηδὲν εἰπεῖν, βραχὺ δέ τι καὶ τεθνηκὸς χαλεπῶς φθεγξάμενος ἀγαπητῶς μεταστῆναι. τοῦτον γὰρ τὸν λόγον τὸν νῦν φερόμενον ὡς καὶ ὑπὲρ τοῦ Μίλωνος τότε λεχθέντα χρόνῳ ποθʼ ὕστερον καὶ κατὰ σχολὴν ἀναθαρσήσας ἔγραψε·
Source unit XML · 来源单元
urn:cts:greekLit:tlg0385.tlg001.perseus-grc2:40.54.3
40.54.3καὶ δὴ καὶ τοιόνδε τι περὶ αὐτοῦ παραδέδοται. ὁ Μίλων τῷ λόγῳ πεμφθέντι οἱ ὑπʼ αὐτοῦ ἐντυχών (ἐπεφυγάδευτο γὰρʼ ἀντεπέστειλε λέγων ὅτι ἐν τύχῃ αὐτῷ ἐγένετο τὸ μὴ ταῦθʼ οὕτω καὶ ἐν τῷ δικαστηρίῳ λεχθῆναι· οὐ γὰρ ἂν τοιαύτας ἐν τῇ Μασσαλίᾳ (ἐν ᾗ κατὰ τὴν φυγὴν ἦνʼ τρίγλας
Edition notes (1)版本注记(1)
  • a)ntepe/steile Reim., a)ntape/steile L.
Source unit XML · 来源单元
urn:cts:greekLit:tlg0385.tlg001.perseus-grc2:40.54.4
40.54.4ἐσθίειν, εἴπερ τι τοιοῦτον ἀπελελόγητο. τοῦτο δὲ ἔγραψεν οὐχ ὅτι τοῖς παροῦσιν ἠρέσκετο (πολλὰ γὰρ ἐπὶ τῇ καθόδῳ ἐπετόλμησενʼ ἀλλʼ ἐς τὸν Κικέρωνα ἀποσκώπτων, ὅτι μηδὲν χρηστὸν ἐν τῷ τῆς ἀπολογίας καιρῷ εἰπὼν ἔπειτα ἀκάρπους λόγους καὶ ἐμελέτα καὶ ἔπεμπεν αὐτῷ, ὥσπερ τι ὠφελῆσαι τότε αὐτὸν δυναμένους.
Edition notes (2)版本注记(2)
  • e)/pempen Leuncl., ei)=pen L.
  • duname/nous Leuncl., duna/menos L.
Source unit XML · 来源单元

Editorial summary编辑摘要

Dio reports Milo’s conviction despite Cicero’s defence, distinguishes the courtroom performance from the later written speech, and labels the exchange about exile as a transmitted story.狄奥记米洛虽有西塞罗辩护仍被定罪,区分庭上表现与后来写成的演说,并将流亡后的应答作为传说引入。

After the selection选段之后

The narrative continues with other convictions. Milo’s reported joke about the fish of Massilia belongs to the reception of the speech, not to an official record of the vote.叙述继而列举其他定罪。米洛谈马赛鱼味的笑语属于演说接受史材料,并非法定投票记录。

Read the following original context阅读后文原文 (2)
urn:cts:greekLit:tlg0385.tlg001.perseus-grc2:40.55.1
40.55.1ὅ τε οὖν Μίλων οὕτως ἑάλω, καὶ ὁ Ῥοῦφος ὅ τε Πλάγκος ἐπειδὴ πρῶτον ἐκ τῆς ἀρχῆς ἐξῆλθον, ἄλλοι τε σὺν αὐτοῖς συχνοὶ διὰ τὴν τοῦ βουλευτηρίου ἔμπρησιν, καίτοι τῷ Πλάγκῳ καὶ τοῦ Πομπηίου συσπουδάσαντος, ὥστε καὶ βιβλίον ἔπαινόν τε ἅμα αὐτοῦ καὶ
Edition notes (2)版本注记(2)
  • *pla/gkos R. Steph., pla/xnos L.
  • suspouda/santos R. Steph., spouda/santos L.
Source unit XML · 来源单元
urn:cts:greekLit:tlg0385.tlg001.perseus-grc2:40.55.2
40.55.2ἱκετείαν ἔχον ἐς τὸ δικαστήριον ἔπεμψεν· ὁ γὰρ Κάτων ὁ Μᾶρκος (δικάζειν δὲ ἔμελλενʼ οὐκ ἔφη τὸν ἐπαινέτην ἐπὶ τῇ τῶν ἑαυτοῦ νόμων καταλύσει προσίεσθαι. καὶ ὁ μὲν οὐκέτι τὴν ψῆφον ἔδωκεν· ὁ γὰρ Πλάγκος ὡς καὶ τὴν καθαιρήσουσαν αὐτὸν οἴσοντα ἐξέκρινεν (ἐξῆν γάρ, ἐκ τῶν Πομπηίων νόμων, πέντε ἑκατέρῳ τῶν διαδικούντων ἐκ τῶν δικάσειν σφίσι μελλόντων
Source unit XML · 来源单元

Dio writes centuries later. The conviction is distinct from his causal account of fear and from the anecdote about publication; no causal share can be assigned to Cicero from this alone.狄奥写作距事发数百年。定罪、对恐惧的因果解释及出版轶事须分别处理,不能据此量化西塞罗对败诉的责任。

Edition, reuse and extraction版本、复用与提取

Perseus Digital Library, Tufts University; Cassius Dio. Dio's Roman History, Vols. 3-6. Cary, Earnest, editor. London: William Heinemann; New York, NY: G. P. Putnam's Sons, 1914-1917.

Perseus repository · 语料库 · CC BY-SA 4.0

Whitespace normalized; notes separated; deletions ⟦ ⟧ and additions/supplements ⟨ ⟩ marked; gaps explicit; no ancient wording supplied.

SHA-256 3cb28750f2a5d050ad973fe631952c4e3855ca57e40aa987e121133eed172535

machine-assisted editorial synthesis; exact source extraction checked; independent scholarly review pending

The trials it reports所涉诉讼