TRIAL · 诉讼
Milo · killing of Clodius米洛 · 杀害克洛狄乌斯案
52 BCE公元前52年Defence advocate辩护人Conviction reported据报定罪
T. Annius Milo米洛 · P. Clodius Pulcher克洛狄乌斯
How to assess this result如何评估此结果 magalia’s description本站描述
A defence loss is reported by later narratives. The famous written speech and the performance at trial must be distinguished.后世记述报告辩护败诉;著名传世演说与庭上表现须区分。
The narratives do not allow a controlled attribution of the defeat to Cicero’s performance alone.记述不能证明败诉单由西塞罗的表现造成。
What this establishes about precedent判例问题:证据能说明什么
No adopted general rule established by the assembled evidence.现有证据未能确立法庭采纳了一般规则。
Evidence and its surroundings证据及其上下文
Milo: conviction and the later speech米洛:定罪与后成的演说
Before the selection选段之前
The preceding chapter situates the hearing under Pompey’s armed control of the court. The setting matters to Dio’s explanation of Cicero’s fear.前章将审讯置于庞培以武力控制法庭的环境中;狄奥据此解释西塞罗的惊惧。
Read the preceding original context阅读前文原文 (3)
40.53.1ἄλλοι τε οὖν ἐκ τούτου πολλοὶ ἑάλωσαν καὶ Πλαύτιος Ὑψαῖος ἀνταιτήσας τῷ τε Μίλωνι καὶ τῷ Σκιπίωνι τὴν ὑπατείαν. τῶν γὰρ δὴ τριῶνEdition notes (1)版本注记(1)
- e(a/lwsan Bs., kai\ e(a/lwsan L.
40.53.2δωροφορησάντων μόνος ἐκεῖνος κατεδικάσθη. ὅ τε γὰρ Σκιπίων ἐγράφη μὲν καὶ ὑπὸ δυοῖν γε, οὐκ ἐκρίθη δὲ διὰ τὸν Πομπήιον· καὶ ὁ Μίλων ἐπὶ μὲν τούτῳ οὐκ ἐσήχθη (τὸ γὰρ τοῦ φόνου ἔγκλημα μεῖζον εἶχενʼ, ὑπαχθεὶς δὲ ἐπʼ ἐκείνῳ ἑάλω, μηδὲν δυνηθεὶς βίαιον δρᾶσαι. ὁ γὰρ Πομπήιος τήν τε ἄλλην πόλιν διὰ φυλακῆς ἐποιήσατο, καὶEdition notes (1)版本注记(1)
- tou/tw| St., tou/tou L.
40.53.3ἐς τὸ δικαστήριον σὺν ὁπλίταις ἐσῆλθε, θορυβησάντων τε ἐπὶ τούτῳ τινῶν προσέταξε τοῖς στρατιώταις ἐκδιῶξαι αὐτοὺς ἐκ τῆς ἀγορᾶς πλαγίοις καὶ πλατέσι τοῖς ξίφεσι παίοντας. ἐπειδή τε οὐχ ὑπεῖκον ἀλλὰ καὶ καθάπερ ἐν παιδιᾷ τινι πλαγιαζόμενοι ὕβριζον, καὶ ἐτρώθησάν τινες αὐτῶν καὶ ἀπέθανον.Source unit XML · 来源单元Selected original passage所选原文
40.54.1τά τε οὖν δικαστήρια ἡσύχως ἐκ τούτων συνήγετο, καὶ ἐδικαιώθησαν ἐπί τε ἑτέροις τισὶ πολλοὶ καὶ ἐπὶ τῷ τοῦ Κλωδίου φόνῳ ἄλλοι τε καὶ ὁ Μίλων, καίτοι τὸν Κικέρωνα συναγωνιστὴν ἔχων.Source unit XML · 来源单元40.54.2ὁ γὰρ ῥήτωρ ἐκεῖνος τόν τε Πομπήιον καὶ τοὺς στρατιώτας ἐν τῷ δικαστηρίῳ παρὰ τὸ καθεστηκὸς ἰδὼν ἐξεπλάγη καὶ κατέδεισεν, ὥστε τῶν μὲν παρεσκευασμένων μηδὲν εἰπεῖν, βραχὺ δέ τι καὶ τεθνηκὸς χαλεπῶς φθεγξάμενος ἀγαπητῶς μεταστῆναι. τοῦτον γὰρ τὸν λόγον τὸν νῦν φερόμενον ὡς καὶ ὑπὲρ τοῦ Μίλωνος τότε λεχθέντα χρόνῳ ποθʼ ὕστερον καὶ κατὰ σχολὴν ἀναθαρσήσας ἔγραψε·Source unit XML · 来源单元40.54.3καὶ δὴ καὶ τοιόνδε τι περὶ αὐτοῦ παραδέδοται. ὁ Μίλων τῷ λόγῳ πεμφθέντι οἱ ὑπʼ αὐτοῦ ἐντυχών (ἐπεφυγάδευτο γὰρʼ ἀντεπέστειλε λέγων ὅτι ἐν τύχῃ αὐτῷ ἐγένετο τὸ μὴ ταῦθʼ οὕτω καὶ ἐν τῷ δικαστηρίῳ λεχθῆναι· οὐ γὰρ ἂν τοιαύτας ἐν τῇ Μασσαλίᾳ (ἐν ᾗ κατὰ τὴν φυγὴν ἦνʼ τρίγλαςEdition notes (1)版本注记(1)
- a)ntepe/steile Reim., a)ntape/steile L.
40.54.4ἐσθίειν, εἴπερ τι τοιοῦτον ἀπελελόγητο. τοῦτο δὲ ἔγραψεν οὐχ ὅτι τοῖς παροῦσιν ἠρέσκετο (πολλὰ γὰρ ἐπὶ τῇ καθόδῳ ἐπετόλμησενʼ ἀλλʼ ἐς τὸν Κικέρωνα ἀποσκώπτων, ὅτι μηδὲν χρηστὸν ἐν τῷ τῆς ἀπολογίας καιρῷ εἰπὼν ἔπειτα ἀκάρπους λόγους καὶ ἐμελέτα καὶ ἔπεμπεν αὐτῷ, ὥσπερ τι ὠφελῆσαι τότε αὐτὸν δυναμένους.Edition notes (2)版本注记(2)
- e)/pempen Leuncl., ei)=pen L.
- duname/nous Leuncl., duna/menos L.
Editorial summary编辑摘要
Dio reports Milo’s conviction despite Cicero’s defence, distinguishes the courtroom performance from the later written speech, and labels the exchange about exile as a transmitted story.狄奥记米洛虽有西塞罗辩护仍被定罪,区分庭上表现与后来写成的演说,并将流亡后的应答作为传说引入。
After the selection选段之后
The narrative continues with other convictions. Milo’s reported joke about the fish of Massilia belongs to the reception of the speech, not to an official record of the vote.叙述继而列举其他定罪。米洛谈马赛鱼味的笑语属于演说接受史材料,并非法定投票记录。
Read the following original context阅读后文原文 (2)
40.55.1ὅ τε οὖν Μίλων οὕτως ἑάλω, καὶ ὁ Ῥοῦφος ὅ τε Πλάγκος ἐπειδὴ πρῶτον ἐκ τῆς ἀρχῆς ἐξῆλθον, ἄλλοι τε σὺν αὐτοῖς συχνοὶ διὰ τὴν τοῦ βουλευτηρίου ἔμπρησιν, καίτοι τῷ Πλάγκῳ καὶ τοῦ Πομπηίου συσπουδάσαντος, ὥστε καὶ βιβλίον ἔπαινόν τε ἅμα αὐτοῦ καὶEdition notes (2)版本注记(2)
- *pla/gkos R. Steph., pla/xnos L.
- suspouda/santos R. Steph., spouda/santos L.
40.55.2ἱκετείαν ἔχον ἐς τὸ δικαστήριον ἔπεμψεν· ὁ γὰρ Κάτων ὁ Μᾶρκος (δικάζειν δὲ ἔμελλενʼ οὐκ ἔφη τὸν ἐπαινέτην ἐπὶ τῇ τῶν ἑαυτοῦ νόμων καταλύσει προσίεσθαι. καὶ ὁ μὲν οὐκέτι τὴν ψῆφον ἔδωκεν· ὁ γὰρ Πλάγκος ὡς καὶ τὴν καθαιρήσουσαν αὐτὸν οἴσοντα ἐξέκρινεν (ἐξῆν γάρ, ἐκ τῶν Πομπηίων νόμων, πέντε ἑκατέρῳ τῶν διαδικούντων ἐκ τῶν δικάσειν σφίσι μελλόντωνSource unit XML · 来源单元Dio writes centuries later. The conviction is distinct from his causal account of fear and from the anecdote about publication; no causal share can be assigned to Cicero from this alone.狄奥写作距事发数百年。定罪、对恐惧的因果解释及出版轶事须分别处理,不能据此量化西塞罗对败诉的责任。
Edition, reuse and extraction版本、复用与提取
Perseus Digital Library, Tufts University; Cassius Dio. Dio's Roman History, Vols. 3-6. Cary, Earnest, editor. London: William Heinemann; New York, NY: G. P. Putnam's Sons, 1914-1917.
Perseus repository · 语料库 · CC BY-SA 4.0
Whitespace normalized; notes separated; deletions ⟦ ⟧ and additions/supplements ⟨ ⟩ marked; gaps explicit; no ancient wording supplied.
A biographer evaluates courage and loyalty传记作者评判勇气与友谊
Before the selection选段之前
The surrounding narrative compares Cicero’s anxiety about speaking in different cases. Its interest is character as well as courtroom action.周围叙事把西塞罗在不同案件中临场焦虑相互比较,关注人物性格,也关注法庭行动。
Read the preceding original context阅读前文原文 (2)
35.2ἐκείνου δὲ τὴν ἀγορὰν ἔτι νυκτὸς ἀπὸ τῶν ἄκρων περιλαβόντος τοῖς στρατιώταις, ὁ Μίλων τὸν Κικέρωνα δείσας μὴ πρὸς τὴν ὄψιν ἀηθείᾳ διαταραχθεὶς χεῖρον διαγωνίσηται, συνέπεισεν ἐν φορείῳ κομισθέντα πρὸς τὴν ἀγορὰν ἡσυχάζειν, ἄχρι οὗ συνίασιν οἱ κριταὶ καὶ πληροῦται τὸ δικαστήριον.Source unit XML · 来源单元35.3ὁ δʼ οὐ μόνον ἦν, ὡς ἔοικεν, ἐν ὅπλοις ἀθαρσής, ἀλλὰ καὶ τῷ λέγειν μετὰ φόβου προσῄει, καὶ μόλις ἂν ἐπαύσατο παλλόμενος καὶ τρέμων ἐπὶ πολλῶν ἀγώνων ἀκμὴν τοῦ λόγου καὶ κατάστασιν λαβόντος. Λικιννίῳ δὲ Μουρήνᾳ φεύγοντι δίκην ὑπὸ Κάτωνος βοηθῶν, καὶ φιλοτιμούμενος Ὁρτήσιον ὑπερβαλεῖν εὐημερήσαντα, μέρος οὐδὲν ἀνεπαύσατο τῆς νυκτός, ὡς ὑπὸ τοῦ σφόδρα φροντίσαι καὶ διαγρυπνῆσαι κακωθεὶς ἐνδεέστερος αὐτοῦ φανῆναι.Edition notes (1)版本注记(1)
- ἂν ἐπαύσατο Graux with D (ἀνεπαυσατο Ma):ἐπαύσατο.
Selected original passage所选原文
35.4τότε δʼ οὖν ἐπὶ τὴν τοῦ Μίλωνος δίκην ἐκ τοῦ φορείου προελθών καὶ θεασάμενος τὸν Πομπήϊον ἄνω καθεζόμενον ὥσπερ ἐν στρατοπέδῳ, καὶ κύκλῳ τὰ ὅπλα περιλάμποντα τὴν ἀγοράν, συνεχύθη καὶ μόλις ἐνήρξατο τοῦ λόγου, κραδαινόμενος τὸ σῶμα καὶ τὴν φωνὴν ἐνισχόμενος, αὐτοῦ τοῦ Μίλωνος εὐθαρσῶς καὶ ἀνδρείως παρισταμένου τῷ ἀγῶνι καὶ κόμην θρέψαι καὶ μεταβαλεῖν ἐσθῆτα φαιὰν ἀπαξιώσαντος· ὅπερ οὐχ ἥκιστα δοκεῖ συναίτιον αὐτῷ γενέσθαι τῆς καταδίκης· ἀλλʼ ὅ γε Κικέρων διὰ ταῦτα φιλέταιρος μᾶλλον ἢ δειλὸς ἔδοξεν εἶναι.Source unit XML · 来源单元Editorial summary编辑摘要
Plutarch describes Cicero’s distress and Milo’s defiant bearing, associates the latter with the conviction, and concludes that Cicero looked loyal to a friend.普鲁塔克描述西塞罗惊惧与米洛不屈的仪态,将后者与定罪相联系,并说西塞罗因此更显忠于朋友。
After the selection选段之后
The next chapter changes to a priesthood and a provincial appointment; Plutarch’s account of the trial ends here.下一章转入祭司职与行省职任,普鲁塔克对此案的记述至此结束。
Read the following original context阅读后文原文 (1)
36.1γίνεται δὲ καὶ τῶν ἱερέων οὓς Αὔγουρας Ῥωμαῖοι καλοῦσιν, ἀντὶ Κράσσου τοῦ νέου μετὰ τὴν ἐν Πάρθοις αὐτοῦ τελευτήν. εἶτα κλήρῳ λαχὼν τῶν ἐπαρχιῶν Κιλικίαν καὶ στρατὸν ὁπλιτῶν μυρίων καὶ δισχιλίων, ἱππέων δὲ δισχιλίων ἑξακοσίων, ἔπλευσε, προσταχθὲν αὐτῷ καὶ τὰ περὶ Καππαδοκίαν Ἀριοβαρζάνῃ τῷ βασιλεῖ φίλα καὶ πειθήνια παρασχεῖν.Source unit XML · 来源单元Plutarch and Dio are separate surviving accounts, but their ultimate source independence is not established here. Their character judgements are not verdict reasons.普鲁塔克与狄奥是分别传世的记述,但此处未能确定其最终材料相互独立;人物评判不是陪审理由。
Edition, reuse and extraction版本、复用与提取
Perseus Digital Library, Tufts University; Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
Perseus repository · 语料库 · CC BY-SA 4.0
Whitespace normalized; notes separated; deletions ⟦ ⟧ and additions/supplements ⟨ ⟩ marked; gaps explicit; no ancient wording supplied.
Continue in the builds转入关联读本
Pro T. Annio Milone · the speech演说原文The cases Cicero took西塞罗所任讼案Cicero’s life through its sources循史料读西塞罗生平Corpus & Law演说与法律Cicero’s ancient readers西塞罗的古代读者