PASSAGE · 史料
Plutarch, Cicero 35.4
A biographer evaluates courage and loyalty传记作者评判勇气与友谊
Before the selection选段之前
The surrounding narrative compares Cicero’s anxiety about speaking in different cases. Its interest is character as well as courtroom action.周围叙事把西塞罗在不同案件中临场焦虑相互比较,关注人物性格,也关注法庭行动。
Read the preceding original context阅读前文原文 (2)
35.2ἐκείνου δὲ τὴν ἀγορὰν ἔτι νυκτὸς ἀπὸ τῶν ἄκρων περιλαβόντος τοῖς στρατιώταις, ὁ Μίλων τὸν Κικέρωνα δείσας μὴ πρὸς τὴν ὄψιν ἀηθείᾳ διαταραχθεὶς χεῖρον διαγωνίσηται, συνέπεισεν ἐν φορείῳ κομισθέντα πρὸς τὴν ἀγορὰν ἡσυχάζειν, ἄχρι οὗ συνίασιν οἱ κριταὶ καὶ πληροῦται τὸ δικαστήριον.Source unit XML · 来源单元35.3ὁ δʼ οὐ μόνον ἦν, ὡς ἔοικεν, ἐν ὅπλοις ἀθαρσής, ἀλλὰ καὶ τῷ λέγειν μετὰ φόβου προσῄει, καὶ μόλις ἂν ἐπαύσατο παλλόμενος καὶ τρέμων ἐπὶ πολλῶν ἀγώνων ἀκμὴν τοῦ λόγου καὶ κατάστασιν λαβόντος. Λικιννίῳ δὲ Μουρήνᾳ φεύγοντι δίκην ὑπὸ Κάτωνος βοηθῶν, καὶ φιλοτιμούμενος Ὁρτήσιον ὑπερβαλεῖν εὐημερήσαντα, μέρος οὐδὲν ἀνεπαύσατο τῆς νυκτός, ὡς ὑπὸ τοῦ σφόδρα φροντίσαι καὶ διαγρυπνῆσαι κακωθεὶς ἐνδεέστερος αὐτοῦ φανῆναι.Edition notes (1)版本注记(1)
- ἂν ἐπαύσατο Graux with D (ἀνεπαυσατο Ma):ἐπαύσατο.
Selected original passage所选原文
35.4τότε δʼ οὖν ἐπὶ τὴν τοῦ Μίλωνος δίκην ἐκ τοῦ φορείου προελθών καὶ θεασάμενος τὸν Πομπήϊον ἄνω καθεζόμενον ὥσπερ ἐν στρατοπέδῳ, καὶ κύκλῳ τὰ ὅπλα περιλάμποντα τὴν ἀγοράν, συνεχύθη καὶ μόλις ἐνήρξατο τοῦ λόγου, κραδαινόμενος τὸ σῶμα καὶ τὴν φωνὴν ἐνισχόμενος, αὐτοῦ τοῦ Μίλωνος εὐθαρσῶς καὶ ἀνδρείως παρισταμένου τῷ ἀγῶνι καὶ κόμην θρέψαι καὶ μεταβαλεῖν ἐσθῆτα φαιὰν ἀπαξιώσαντος· ὅπερ οὐχ ἥκιστα δοκεῖ συναίτιον αὐτῷ γενέσθαι τῆς καταδίκης· ἀλλʼ ὅ γε Κικέρων διὰ ταῦτα φιλέταιρος μᾶλλον ἢ δειλὸς ἔδοξεν εἶναι.Source unit XML · 来源单元Editorial summary编辑摘要
Plutarch describes Cicero’s distress and Milo’s defiant bearing, associates the latter with the conviction, and concludes that Cicero looked loyal to a friend.普鲁塔克描述西塞罗惊惧与米洛不屈的仪态,将后者与定罪相联系,并说西塞罗因此更显忠于朋友。
After the selection选段之后
The next chapter changes to a priesthood and a provincial appointment; Plutarch’s account of the trial ends here.下一章转入祭司职与行省职任,普鲁塔克对此案的记述至此结束。
Read the following original context阅读后文原文 (1)
36.1γίνεται δὲ καὶ τῶν ἱερέων οὓς Αὔγουρας Ῥωμαῖοι καλοῦσιν, ἀντὶ Κράσσου τοῦ νέου μετὰ τὴν ἐν Πάρθοις αὐτοῦ τελευτήν. εἶτα κλήρῳ λαχὼν τῶν ἐπαρχιῶν Κιλικίαν καὶ στρατὸν ὁπλιτῶν μυρίων καὶ δισχιλίων, ἱππέων δὲ δισχιλίων ἑξακοσίων, ἔπλευσε, προσταχθὲν αὐτῷ καὶ τὰ περὶ Καππαδοκίαν Ἀριοβαρζάνῃ τῷ βασιλεῖ φίλα καὶ πειθήνια παρασχεῖν.Source unit XML · 来源单元Plutarch and Dio are separate surviving accounts, but their ultimate source independence is not established here. Their character judgements are not verdict reasons.普鲁塔克与狄奥是分别传世的记述,但此处未能确定其最终材料相互独立;人物评判不是陪审理由。
Edition, reuse and extraction版本、复用与提取
Perseus Digital Library, Tufts University; Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
Perseus repository · 语料库 · CC BY-SA 4.0
Whitespace normalized; notes separated; deletions ⟦ ⟧ and additions/supplements ⟨ ⟩ marked; gaps explicit; no ancient wording supplied.
The trials it reports所涉诉讼
- Milo · killing of Clodius米洛 · 杀害克洛狄乌斯案 · 52 BCE公元前52年