Euripides — Medea · urn:cts:greekLit:tlg0006.tlg003 · Greek: Μήδεια — tlg0006.tlg003.perseus-grc2 · English: Medea — trans. Edward P. Coleridge — tlg0006.tlg003.perseus-eng2
Books · 卷: ?
— Book ? —
§ ?
Εἴθ’ ὤφελ’ Ἀργοῦς μὴ διαπτάσθαι σκάφος Κόλχων ἐς αἶαν κυανέας Συμπληγάδας, μηδ’ ἐν νάπαισι Πηλίου πεσεῖν ποτε τμηθεῖσα πεύκη, μηδ’ ἐρετμῶσαι χέρας ἀνδρῶν ἀρίστων, οἳ τὸ πάγχρυσον δέρας Πελίᾳ μετῆλθον. οὐ γὰρ ἂν δέσποιν’ ἐμὴ Μήδεια πύργους γῆς ἔπλευσ’ Ἰωλκίας ἔρωτι θυμὸν ἐκπλαγεῖσ’ Ἰάσονος· οὐδ’ ἂν κτανεῖν πείσασα Πελιάδας κόρας πατέρα κατῴκει τήνδε γῆν Κορινθίαν ξὺν ἀνδρὶ καὶ τέκνοισιν, ἁνδάνουσα μὲν φυγῇ πολιτῶν ὧν ἀφίκετο χθόνα, αὐτή τε πάντα ξυμφέρουσ’ Ἰάσονι· ἥπερ μεγίστη γίγνεται σωτηρία, ὅταν γυνὴ πρὸς ἄνδρα μὴ διχοστατῇ. νῦν δ’ ἐχθρὰ πάντα, καὶ νοσεῖ τὰ φίλτατα. προδοὺς γὰρ αὑτοῦ τέκνα δεσπότιν τ’ ἐμὴν γάμοις Ἰάσων βασιλικοῖς εὐνάζεται, γήμας Κρέοντος παῖδ’, ὃς αἰσύμνᾷ χθονός· Μήδεια δ’ ἡ δύστηνος ἠτιμασμένη βοᾷ μὲν ὅρκους, ἀνακαλεῖ δὲ δεξιάς, πίστιν μεγίστην, καὶ θεοὺς μαρτύρεται οἵας ἀμοιβῆς ἐξ Ἰάσονος κυρεῖ. κεῖται δ’ ἄσιτος, σῶμ’ ὑφεῖσ’ ἀλγηδόσι, τὸν πάντα συντήκουσα δακρύοις χρόνον, ἐπεὶ πρὸς ἀνδρὸς ᾔσθετ’ ἠδικημένη, οὔτ’ ὄμμ’ ἐπαίρουσ’ οὔτ’ ἀπαλλάσσουσα γῆς πρόσωπον· ὡς δὲ πέτρος ἢ θαλάσσιος κλύδων ἀκούει νουθετουμένη φίλων· ἢν μή ποτε στρέψασα πάλλευκον δέρην αὐτὴ πρὸς αὑτὴν πατέρ’ ἀποιμώξῃ φίλον καὶ γαῖαν οἴκους θ’, οὓς προδοῦσ’ ἀφίκετο μετ’ ἀνδρὸς ὅς σφε νῦν ἀτιμάσας ἔχει. ἔγνωκε δ’ ἡ τάλαινα συμφορᾶς ὕπο οἷον πατρῴας μὴ ἀπολείπεσθαι χθονός. στυγεῖ δὲ παῖδας οὐδ’ ὁρῶσ’ εὐφραίνεται. δέδοικα δ’ αὐτὴν μή τι βουλεύσῃ νέον· βαρεῖα γὰρ φρήν, οὐδ’ ἀνέξεται κακῶς πάσχουσ’· ἐγᾦδα τήνδε, δειμαίνω τέ νιν μὴ θηκτὸν ὤσῃ φάσγανον δι’ ἥπατος, σιγῇ δόμους εἰσβᾶσ’, ἵν’ ἔστρωται λέχος, ἢ καὶ τύραννον τόν τε γήμαντα κτάνῃ, κἄπειτα μείζω συμφορὰν λάβῃ τινά. δεινὴ γάρ· οὔτοι ῥᾳδίως γε συμβαλὼν ἔχθραν τις αὐτῇ καλλίνικον οἴσεται. ἀλλ’ οἵδε παῖδες ἐκ τρόχων πεπαυμένοι στείχουσι, μητρὸς οὐδὲν ἐννοούμενοι κακῶν· νέα γὰρ φροντὶς οὐκ ἀλγεῖν φιλεῖ. παλαιὸν οἴκων κτῆμα δεσποίνης ἐμῆς, τί πρὸς πύλαισι τήνδ’ ἄγουσ’ ἐρημίαν ἕστηκας, αὐτὴ θρεομένη σαυτῇ κακά; πῶς σοῦ μόνη Μήδεια λείπεσθαι θέλει; τέκνων ὀπαδὲ πρέσβυ τῶν Ἰάσονος, χρηστοῖσι δούλοις ξυμφορὰ τὰ δεσποτῶν κακῶς πίτνοντα, καὶ φρενῶν ἀνθάπτεται. ἐγὼ γὰρ ἐς τοῦτ’ ἐκβέβηκ’ ἀλγηδόνος, ὥσθ’ ἵμερός μ’ ὑπῆλθε γῇ τε κοὐρανῷ λέξαι μολούσῃ δεῦρο δεσποίνης τύχας. οὔπω γὰρ ἡ τάλαινα παύεται γόων; ζηλῶ σ’· ἐν ἀρχῇ πῆμα κοὐδέπω μεσοῖ. ὦ μῶρος—εἰ χρὴ δεσπότας εἰπεῖν τόδε· ὡς οὐδὲν οἶδε τῶν νεωτέρων κακῶν. τί δ’ ἔστιν, ὦ γεραιέ; μὴ φθόνει φράσαι. οὐδέν· μετέγνων καὶ τὰ πρόσθ’ εἰρημένα. μή, πρὸς γενείου, κρύπτε σύνδουλον σέθεν· σιγὴν γάρ, εἰ χρή, τῶνδε θήσομαι πέρι. ἤκουσά του λέγοντος, οὐ δοκῶν κλύειν, πεσσοὺς προσελθών, ἔνθα δὴ παλαίτατοι θάσσουσι, σεμνὸν ἀμφὶ Πειρήνης ὕδωρ, ὡς τούσδε παῖδας γῆς ἐλᾶν Κορινθίας σὺν μητρὶ μέλλοι τῆσδε κοίρανος χθονὸς Κρέων. ὁ μέντοι μῦθος εἰ σαφὴς ὅδε οὐκ οἶδα· βουλοίμην δ’ ἂν οὐκ εἶναι τόδε. καὶ ταῦτ’ Ἰάσων παῖδας ἐξανέξεται πάσχοντας, εἰ καὶ μητρὶ διαφορὰν ἔχει; παλαιὰ καινῶν λείπεται κηδευμάτων, κοὐκ ἔστ’ ἐκεῖνος τοῖσδε δώμασιν φίλος. ἀπωλόμεσθ’ ἄρ’, εἰ κακὸν προσοίσομεν νέον παλαιῷ, πρὶν τόδ’ ἐξηντληκέναι. ἀτὰρ σύ γ’—οὐ γὰρ καιρὸς εἰδέναι τόδε δέσποιναν—ἡσύχαζε καὶ σίγα λόγον. ὦ τέκν’, ἀκούεθ’ οἷος εἰς ὑμᾶς πατήρ; ὄλοιτο μὲν μή· δεσπότης γάρ ἐστ’ ἐμός· ἀτὰρ κακός γ’ ὢν ἐς φίλους ἁλίσκεται. τίς δ’ οὐχὶ θνητῶν; ἄρτι γιγνώσκεις τόδε, ὡς πᾶς τις αὑτὸν τοῦ πέλας μᾶλλον φιλεῖ, οἳ μὲν δικαίως, οἳ δὲ καὶ κέρδους χάριν, εἰ τούσδε γ’ εὐνῆς οὕνεκ’ οὐ στέργει πατήρ. ἴτ’—εὖ γὰρ ἔσται—δωμάτων ἔσω, τέκνα. σὺ δ’ ὡς μάλιστα τούσδ’ ἐρημώσας ἔχε καὶ μὴ πέλαζε μητρὶ δυσθυμουμένῃ. ἤδη γὰρ εἶδον ὄμμα νιν ταυρουμένην τοῖσδ’, ὥς τι δρασείουσαν· οὐδὲ παύσεται χόλου, σάφ’ οἶδα, πρὶν κατασκῆψαί τινα . . . ἐχθρούς γε μέντοι, μὴ φίλους, δράσειέ τι. οὐ νῦν κατεῖδον πρῶτον ἀλλὰ πολλάκις τραχεῖαν ὀργὴν ὡς ἀμήχανον κακόν. σοὶ γὰρ παρὸν γῆν τήνδε καὶ δόμους ἔχειν κούφως φερούσῃ κρεισσόνων βουλεύματα, λόγων ματαίων οὕνεκ’ ἐκπεσῇ χθονός. κἀμοὶ μὲν οὐδὲν πρᾶγμα· μὴ παύσῃ ποτὲ λέγουσ’ Ἰάσον’ ὡς κάκιστός ἐστ’ ἀνήρ· ἃ δ’ ἐς τυράννους ἐστί σοι λελεγμένα, πᾶν κέρδος ἡγοῦ ζημιουμένη φυγῇ. κἀγὼ μὲν αἰεὶ βασιλέων θυμουμένων ὀργὰς ἀφῄρουν καί σ’ ἐβουλόμην μένειν· σὺ δ’ οὐκ ἀνίεις μωρίας, λέγουσ’ ἀεὶ κακῶς τυράννους· τοιγὰρ ἐκπεσῇ χθονός. ὅμως δὲ κἀκ τῶνδ’ οὐκ ἀπειρηκὼς φίλοις ἥκω, τὸ σὸν δὲ προσκοπούμενος, γύναι, ὡς μήτ’ ἀχρήμων σὺν τέκνοισιν ἐκπέσῃς μήτ’ ἐνδεής του· πόλλ’ ἐφέλκεται φυγὴ κακὰ ξὺν αὑτῇ. καὶ γὰρ εἰ σύ με στυγεῖς, οὐκ ἂν δυναίμην σοὶ κακῶς φρονεῖν ποτε. ὦ παγκάκιστε, τοῦτο γάρ σ’ εἰπεῖν ἔχω, γλώσσῃ μέγιστον εἰς ἀνανδρίαν κακόν· ἦλθες πρὸς ἡμᾶς, ἦλθες ἔχθιστος γεγώς; θεοῖς τε κἀμοὶ παντί τ’ ἀνθρώπων γένει; οὔτοι θράσος τόδ’ ἐστὶν οὐδ’ εὐτολμία, φίλους κακῶς δράσαντ’ ἐναντίον βλέπειν, ἀλλ’ ἡ μεγίστη τῶν ἐν ἀνθρώποις νόσων πασῶν, ἀναίδει’· εὖ δ’ ἐποίησας μολών· ἐγώ τε γὰρ λέξασα κουφισθήσομαι ψυχὴν κακῶς σε καὶ σὺ λυπήσῃ κλύων. ἐκ τῶν δὲ πρώτων πρῶτον ἄρξομαι λέγειν. ἔσῳσά σ’, ὡς ἴσασιν Ἑλλήνων ὅσοι ταὐτὸν συνεισέβησαν Ἀργῷον σκάφος, πεμφθέντα ταύρων πυρπνόων ἐπιστάτην ζεύγλῃσι καὶ σπεροῦντα θανάσιμον γύην· δράκοντά θ’, ὃς πάγχρυσον ἀμπέχων δέρας σπείραις ἔσῳζε πολυπλόκοις ἄυπνος ὤν, κτείνασ’ ἀνέσχον σοὶ φάος σωτήριον. αὐτὴ δὲ πατέρα καὶ δόμους προδοῦσ’ ἐμοὺς τὴν Πηλιῶτιν εἰς Ἰωλκὸν ἱκόμην σὺν σοί, πρόθυμος μᾶλλον ἢ σοφωτέρα· Πελίαν τ’ ἀπέκτειν’, ὥσπερ ἄλγιστον θανεῖν, παίδων ὑπ’ αὐτοῦ, πάντα τ’ ἐξεῖλον δόμον. καὶ ταῦθ’ ὑφ’ ἡμῶν, ὦ κάκιστ’ ἀνδρῶν, παθὼν προύδωκας ἡμᾶς, καινὰ δ’ ἐκτήσω λέχη— παίδων γεγώτων· εἰ γὰρ ἦσθ’ ἄπαις ἔτι, συγγνώστ’ ἂν ἦν σοι τοῦδ’ ἐρασθῆναι λέχους. ὅρκων δὲ φρούδη πίστις, οὐδ’ ἔχω μαθεῖν ἦ θεοὺς νομίζεις τοὺς τότ’ οὐκ ἄρχειν ἔτι, ἢ καινὰ κεῖσθαι θέσμι’ ἀνθρώποις τὰ νῦν, ἐπεὶ σύνοισθά γ’ εἰς ἔμ’ οὐκ εὔορκος ὤν. φεῦ δεξιὰ χείρ, ἧς σὺ πόλλ’ ἐλαμβάνου, καὶ τῶνδε γονάτων, ὡς μάτην κεχρῴσμεθα κακοῦ πρὸς ἀνδρός, ἐλπίδων δ’ ἡμάρτομεν. ἄγ’· ὡς φίλῳ γὰρ ὄντι σοι κοινώσομαι —δοκοῦσα μὲν τί πρός γε σοῦ πράξειν καλῶς; ὅμως δ’· ἐρωτηθεὶς γὰρ αἰσχίων φανῇ— νῦν ποῖ τράπωμαι; πότερα πρὸς πατρὸς δόμους, οὓς σοὶ προδοῦσα καὶ πάτραν ἀφικόμην; ἢ πρὸς ταλαίνας Πελιάδας; καλῶς γ’ ἂν οὖν δέξαιντό μ’ οἴκοις ὧν πατέρα κατέκτανον. ἔχει γὰρ οὕτω· τοῖς μὲν οἴκοθεν φίλοις ἐχθρὰ καθέστηχ’, οὓς δέ μ’ οὐκ ἐχρῆν κακῶς δρᾶν, σοὶ χάριν φέρουσα πολεμίους ἔχω. τοιγάρ με πολλαῖς μακαρίαν Ἑλληνίδων ἔθηκας ἀντὶ τῶνδε· θαυμαστὸν δέ σε ἔχω πόσιν καὶ πιστὸν ἡ τάλαιν’ ἐγώ, εἰ φεύξομαί γε γαῖαν ἐκβεβλημένη, φίλων ἔρημος, σὺν τέκνοις μόνη μόνοις— καλόν γ’ ὄνειδος τῷ νεωστὶ νυμφίῳ, πτωχοὺς ἀλᾶσθαι παῖδας ἥ τ’ ἔσῳσά σε. ὦ Ζεῦ, τί δὴ χρυσοῦ μὲν ὃς κίβδηλος ᾖ τεκμήρι’ ἀνθρώποισιν ὤπασας σαφῆ, ἀνδρῶν δ’ ὅτῳ χρὴ τὸν κακὸν διειδέναι, οὐδεὶς χαρακτὴρ ἐμπέφυκε σώματι; δεινή τις ὀργὴ καὶ δυσίατος πέλει, ὅταν φίλοι φίλοισι συμβάλωσ’ ἔριν. δεῖ μ’, ὡς ἔοικε, μὴ κακὸν φῦναι λέγειν, ἀλλ’ ὥστε ναὸς κεδνὸν οἰακοστρόφον ἄκροισι λαίφους κρασπέδοις ὑπεκδραμεῖν τὴν σὴν στόμαργον, ὦ γύναι, γλωσσαλγίαν. ἐγὼ δ’, ἐπειδὴ καὶ λίαν πυργοῖς χάριν, Κύπριν νομίζω τῆς ἐμῆς ναυκληρίας σώτειραν εἶναι θεῶν τε κἀνθρώπων μόνην. σοὶ δ’ ἔστι μὲν νοῦς λεπτός—ἀλλ’ ἐπίφθονος λόγος διελθεῖν, ὡς Ἔρως σ’ ἠνάγκασε τόξοις ἀφύκτοις τοὐμὸν ἐκσῷσαι δέμας. ἀλλ’ οὐκ ἀκριβῶς αὐτὸ θήσομαι λίαν· ὅπῃ γὰρ οὖν ὤνησας, οὐ κακῶς ἔχει. μείζω γε μέντοι τῆς ἐμῆς σωτηρίας εἴληφας ἢ δέδωκας, ὡς ἐγὼ φράσω. πρῶτον μὲν Ἑλλάδ’ ἀντὶ βαρβάρου χθονὸς γαῖαν κατοικεῖς καὶ δίκην ἐπίστασαι νόμοις τε χρῆσθαι μὴ πρὸς ἰσχύος χάριν· πάντες δέ σ’ ᾔσθοντ’ οὖσαν Ἕλληνες σοφὴν καὶ δόξαν ἔσχες· εἰ δὲ γῆς ἐπ’ ἐσχάτοις ὅροισιν ᾤκεις, οὐκ ἂν ἦν λόγος σέθεν. εἴη δ’ ἔμοιγε μήτε χρυσὸς ἐν δόμοις μήτ’ Ὀρφέως κάλλιον ὑμνῆσαι μέλος, εἰ μὴ ’πίσημος ἡ τύχη γένοιτό μοι. τοσαῦτα μέν σοι τῶν ἐμῶν πόνων πέρι ἔλεξ’· ἅμιλλαν γὰρ σὺ προύθηκας λόγων. ἃ δ’ ἐς γάμους μοι βασιλικοὺς ὠνείδισας, ἐν τῷδε δείξω πρῶτα μὲν σοφὸς γεγώς, ἔπειτα σώφρων, εἶτα σοὶ μέγας φίλος καὶ παισὶ τοῖς ἐμοῖσιν—ἀλλ’ ἔχ’ ἥσυχος. ἐπεὶ μετέστην δεῦρ’ Ἰωλκίας χθονὸς πολλὰς ἐφέλκων συμφορὰς ἀμηχάνους, τί τοῦδ’ ἂν εὕρημ’ ηὗρον εὐτυχέστερον ἢ παῖδα γῆμαι βασιλέως φυγὰς γεγώς; οὐχ, ᾗ σὺ κνίζῃ, σὸν μὲν ἐχθαίρων λέχος, καινῆς δὲ νύμφης ἱμέρῳ πεπληγμένος, οὐδ’ εἰς ἅμιλλαν πολύτεκνον σπουδὴν ἔχων· ἅλις γὰρ οἱ γεγῶτες οὐδὲ μέμφομαι· ἀλλ’ ὡς, τὸ μὲν μέγιστον, οἰκοῖμεν καλῶς καὶ μὴ σπανιζοίμεσθα, γιγνώσκων ὅτι πένητα φεύγει πᾶς τις ἐκποδὼν φίλος, παῖδας δὲ θρέψαιμ’ ἀξίως δόμων ἐμῶν σπείρας τ’ ἀδελφοὺς τοῖσιν ἐκ σέθεν τέκνοις ἐς ταὐτὸ θείην, καὶ ξυναρτήσας γένος εὐδαιμονοῖμεν. σοί τε γὰρ παίδων τί δεῖ; ἐμοί τε λύει τοῖσι μέλλουσιν τέκνοις τὰ ζῶντ’ ὀνῆσαι. μῶν βεβούλευμαι κακῶς; οὐδ’ ἂν σὺ φαίης, εἴ σε μὴ κνίζοι λέχος. ἀλλ’ ἐς τοσοῦτον ἥκεθ’ ὥστ’ ὀρθουμένης εὐνῆς γυναῖκες πάντ’ ἔχειν νομίζετε, ἢν δ’ αὖ γένηται ξυμφορά τις ἐς λέχος, τὰ λῷστα καὶ κάλλιστα πολεμιώτατα τίθεσθε. χρῆν γὰρ ἄλλοθέν ποθεν βροτοὺς παῖδας τεκνοῦσθαι, θῆλυ δ’ οὐκ εἶναι γένος· χοὕτως ἂν οὐκ ἦν οὐδὲν ἀνθρώποις κακόν. Ἰᾶσον, εὖ μὲν τούσδ’ ἐκόσμησας λόγους· ὅμως δ’ ἔμοιγε, κεἰ παρὰ γνώμην ἐρῶ, δοκεῖς προδοὺς σὴν ἄλοχον οὐ δίκαια δρᾶν. ἦ πολλὰ πολλοῖς εἰμι διάφορος βροτῶν. ἐμοὶ γὰρ ὅστις ἄδικος ὢν σοφὸς λέγειν πέφυκε, πλείστην ζημίαν ὀφλισκάνει· γλώσσῃ γὰρ αὐχῶν τἄδικ’ εὖ περιστελεῖν, τολμᾷ πανουργεῖν· ἔστι δ’ οὐκ ἄγαν σοφός. ὡς καὶ σὺ μή νυν εἰς ἔμ’ εὐσχήμων γένῃ λέγειν τε δεινός. ἓν γὰρ ἐκτενεῖ σ’ ἔπος· χρῆν σ’, εἴπερ ἦσθα μὴ κακός, πείσαντά με γαμεῖν γάμον τόνδ’, ἀλλὰ μὴ σιγῇ φίλων. καλῶς γ’ ἄν, οἶμαι, τῷδ’ ὑπηρέτεις λόγῳ, εἴ σοι γάμον κατεῖπον, ἥτις οὐδὲ νῦν τολμᾷς μεθεῖναι καρδίας μέγαν χόλον. οὐ τοῦτό σ’ εἶχεν, ἀλλὰ βάρβαρον λέχος πρὸς γῆρας οὐκ εὔδοξον ἐξέβαινέ σοι. εὖ νῦν τόδ’ ἴσθι, μὴ γυναικὸς οὕνεκα γῆμαί με λέκτρα βασιλέων ἃ νῦν ἔχω, ἀλλ’, ὥσπερ εἶπον καὶ πάρος, σῷσαι θέλων σέ, καὶ τέκνοισι τοῖς ἐμοῖς ὁμοσπόρους φῦσαι τυράννους παῖδας, ἔρυμα δώμασι. μή μοι γένοιτο λυπρὸς εὐδαίμων βίος μηδ’ ὄλβος ὅστις τὴν ἐμὴν κνίζοι φρένα. οἶσθ’ ὡς μέτευξαι, καὶ σοφωτέρα φανῇ; τὰ χρηστὰ μή σοι λυπρὰ φαίνεσθαι ποτέ, μηδ’ εὐτυχοῦσα δυστυχὴς εἶναι δοκεῖν. ὕβριζ’, ἐπειδὴ σοὶ μὲν ἔστ’ ἀποστροφή, ἐγὼ δ’ ἔρημος τήνδε φευξοῦμαι χθόνα. αὐτὴ τάδ’ εἵλου· μηδέν’ ἄλλον αἰτιῶ. τί δρῶσα; μῶν γαμοῦσα καὶ προδοῦσά σε; ἀρὰς τυράννοις ἀνοσίους ἀρωμένη. καὶ σοῖς ἀραία γ’ οὖσα τυγχάνω δόμοις. ὡς οὐ κρινοῦμαι τῶνδέ σοι τὰ πλείονα. ἀλλ’, εἴ τι βούλῃ παισὶν ἢ σαυτῆς φυγῇ προσωφέλημα χρημάτων ἐμῶν λαβεῖν, λέγ’· ὡς ἕτοιμος ἀφθόνῳ δοῦναι χερὶ ξένοις τε πέμπειν σύμβολ’, οἳ δράσουσί σ’ εὖ. καὶ ταῦτα μὴ θέλουσα μωρανεῖς, γύναι· λήξασα δ’ ὀργῆς κερδανεῖς ἀμείνονα. οὔτ’ ἂν ξένοισι τοῖσι σοῖς χρησαίμεθ’ ἄν, οὔτ’ ἄν τι δεξαίμεσθα, μηδ’ ἡμῖν δίδου· κακοῦ γὰρ ἀνδρὸς δῶρ’ ὄνησιν οὐκ ἔχει. ἀλλ’ οὖν ἐγὼ μὲν δαίμονας μαρτύρομαι, ὡς πάνθ’ ὑπουργεῖν σοί τε καὶ τέκνοις θέλω· σοὶ δ’ οὐκ ἀρέσκει τἀγάθ’, ἀλλ’ αὐθαδίᾳ φίλους ἀπωθῇ· τοιγὰρ ἀλγυνῇ πλέον. χώρει· πόθῳ γὰρ τῆς νεοδμήτου κόρης αἱρῇ χρονίζων δωμάτων ἐξώπιος. νύμφευ’· ἴσως γάρ—σὺν θεῷ δ’ εἰρήσεται— γαμεῖς τοιοῦτον ὥστε σ’ ἀρνεῖσθαι γάμον. ἥκω κελευσθείς· καὶ γὰρ οὖσα δυσμενὴς οὔ τἂν ἁμάρτοις τοῦδέ γ’, ἀλλ’ ἀκούσομαι τί χρῆμα βούλῃ καινὸν ἐξ ἐμοῦ, γύναι. Ἰᾶσον, αἰτοῦμαί σε τῶν εἰρημένων συγγνώμον’ εἶναι· τὰς δ’ ἐμὰς ὀργὰς φέρειν εἰκός σ’, ἐπεὶ νῷν πόλλ’ ὑπείργασται φίλα. ἐγὼ δ’ ἐμαυτῇ διὰ λόγων ἀφικόμην κἀλοιδόρησα· Σχετλία, τί μαίνομαι καὶ δυσμεναίνω τοῖσι βουλεύουσιν εὖ, ἐχθρὰ δὲ γαίας κοιράνοις καθίσταμαι πόσει θ’, ὃς ἡμῖν δρᾷ τὰ συμφορώτατα, γήμας τύραννον καὶ κασιγνήτους τέκνοις ἐμοῖς φυτεύων; οὐκ ἀπαλλαχθήσομαι θυμοῦ—τί πάσχω;—θεῶν ποριζόντων καλῶς; οὐκ εἰσὶ μέν μοι παῖδες, οἶδα δὲ χθόνα φεύγοντας ἡμᾶς καὶ σπανίζοντας φίλων; ταῦτ’ ἐννοήσασ’ ᾐσθόμην ἀβουλίαν πολλὴν ἔχουσα καὶ μάτην θυμουμένη. νῦν οὖν ἐπαινῶ· σωφρονεῖν τ’ ἐμοὶ δοκεῖς κῆδος τόδ’ ἡμῖν προσλαβών, ἐγὼ δ’ ἄφρων, ᾗ χρῆν μετεῖναι τῶνδε τῶν βουλευμάτων, καὶ ξυγγαμεῖν σοι, καὶ παρεστάναι λέχει νύμφην τε κηδεύουσαν ἥδεσθαι σέθεν. ἀλλ’ ἐσμὲν οἷόν ἐσμεν, οὐκ ἐρῶ κακόν, γυναῖκες· οὔκουν χρῆν σ’ ὁμοιοῦσθαι κακοῖς, οὐδ’ ἀντιτείνειν νήπι’ ἀντὶ νηπίων. παριέμεσθα, καί φαμεν κακῶς φρονεῖν τότ’, ἀλλ’ ἄμεινον νῦν βεβούλευμαι τάδε· ὦ τέκνα τέκνα, δεῦτε, λείπετε στέγας, ἐξέλθετ’, ἀσπάσασθε καὶ προσείπατε πατέρα μεθ’ ἡμῶν, καὶ διαλλάχθηθ’ ἅμα τῆς πρόσθεν ἔχθρας ἐς φίλους μητρὸς μέτα· σπονδαὶ γὰρ ἡμῖν καὶ μεθέστηκεν χόλος. λάβεσθε χειρὸς δεξιᾶς· οἴμοι, κακῶν ὡς ἐννοοῦμαι δή τι τῶν κεκρυμμένων. ἆρ’, ὦ τέκν’, οὕτω καὶ πολὺν ζῶντες χρόνον φίλην ὀρέξετ’ ὠλένην; τάλαιν’ ἐγώ, ὡς ἀρτίδακρύς εἰμι καὶ φόβου πλέα. χρόνῳ δὲ νεῖκος πατρὸς ἐξαιρουμένη ὄψιν τέρειναν τήνδ’ ἔπλησα δακρύων. κἀμοὶ κατ’ ὄσσων χλωρὸν ὡρμήθη δάκρυ· καὶ μὴ προβαίη μεῖζον ἢ τὸ νῦν κακόν. αἰνῶ, γύναι, τάδ’, οὐδ’ ἐκεῖνα μέμφομαι· εἰκὸς γὰρ ὀργὰς θῆλυ ποιεῖσθαι γένος γάμου παρεμπολῶντος ἀλλοίου πόσει. ἀλλ’ ἐς τὸ λῷον σὸν μεθέστηκεν κέαρ, ἔγνως δὲ τὴν νικῶσαν, ἀλλὰ τῷ χρόνῳ, βουλήν· γυναικὸς ἔργα ταῦτα σώφρονος. ὑμῖν δέ, παῖδες, οὐκ ἀφροντίστως πατὴρ πολλὴν ἔθηκε σὺν θεοῖς σωτηρίαν· οἶμαι γὰρ ὑμᾶς τῆσδε γῆς Κορινθίας τὰ πρῶτ’ ἔσεσθαι σὺν κασιγνήτοις ἔτι. ἀλλ’ αὐξάνεσθε· τἄλλα δ’ ἐξεργάζεται πατήρ τε καὶ θεῶν ὅστις ἐστὶν εὐμενής· ἴδοιμι δ’ ὑμᾶς εὐτραφεῖς ἥβης τέλος μολόντας, ἐχθρῶν τῶν ἐμῶν ὑπερτέρους. αὕτη, τί χλωροῖς δακρύοις τέγγεις κόρας, στρέψασα λευκὴν ἔμπαλιν παρηίδα; κοὐκ ἀσμένη τόνδ’ ἐξ ἐμοῦ δέχῃ λόγον; οὐδέν. τέκνων τῶνδ’ ἐννοουμένη πέρι. θάρσει νυν· εὖ γὰρ τῶνδ’ ἐγὼ θήσω πέρι. δράσω τάδ’· οὔτοι σοῖς ἀπιστήσω λόγοις· γυνὴ δὲ θῆλυ κἀπὶ δακρύοις ἔφυ. τί δῆτα λίαν τοῖσδ’ ἐπιστένεις τέκνοις; ἔτικτον αὐτούς· ζῆν δ’ ὅτ’ ἐξηύχου τέκνα, ἐσῆλθέ μ’ οἶκτος εἰ γενήσεται τάδε. ἀλλ’ ὧνπερ οὕνεκ’ εἰς ἐμοὺς ἥκεις λόγους, τὰ μὲν λέλεκται, τῶν δ’ ἐγὼ μνησθήσομαι. ἐπεὶ τυράννοις γῆς μ’ ἀποστεῖλαι δοκεῖ— κἀμοὶ τάδ’ ἐστὶ λῷστα, γιγνώσκω καλῶς, μήτ’ ἐμποδὼν σοὶ μήτε κοιράνοις χθονὸς ναίειν· δοκῶ γὰρ δυσμενὴς εἶναι δόμοις— ἡμεῖς μὲν ἐκ γῆς τῆσδ’ ἀπαίρομεν φυγῇ, παῖδες δ’ ὅπως ἂν ἐκτραφῶσι σῇ χερί, αἰτοῦ Κρέοντα τήνδε μὴ φεύγειν χθόνα. οὐκ οἶδ’ ἂν εἰ πείσαιμι, πειρᾶσθαι δὲ χρή. σὺ δ’ ἀλλὰ σὴν κέλευσον αἰτεῖσθαι πατρὸς γυναῖκα παῖδας τήνδε μὴ φεύγειν χθόνα. μάλιστα, καὶ πείσειν γε δοξάζω σφ’ ἐγώ. εἴπερ γυναικῶν ἐστι τῶν ἄλλων μία. συλλήψομαι δὲ τοῦδέ σοι κἀγὼ πόνου· πέμψω γὰρ αὐτῇ δῶρ’ ἃ καλλιστεύεται τῶν νῦν ἐν ἀνθρώποισιν, οἶδ’ ἐγώ, πολύ, λεπτόν τε πέπλον καὶ πλόκον χρυσήλατον παῖδας φέροντας. ἀλλ’ ὅσον τάχος χρεὼν κόσμον κομίζειν δεῦρο προσπόλων τινά. εὐδαιμονήσει δ’ οὐχ ἕν, ἀλλὰ μυρία, ἀνδρός τ’ ἀρίστου σοῦ τυχοῦσ’ ὁμευνέτου κεκτημένη τε κόσμον ὅν ποθ’ Ἥλιος πατρὸς πατὴρ δίδωσιν ἐκγόνοισιν οἷς. λάζυσθε φερνὰς τάσδε, παῖδες, ἐς χέρας καὶ τῇ τυράννῳ μακαρίᾳ νύμφῃ δότε φέροντες· οὔτοι δῶρα μεμπτὰ δέξεται. τί δ’, ὦ ματαία, τῶνδε σὰς κενοῖς χέρας; δοκεῖς σπανίζειν δῶμα βασίλειον πέπλων, δοκεῖς δὲ χρυσοῦ; σῷζε, μὴ δίδου τάδε. εἴπερ γὰρ ἡμᾶς ἀξιοῖ λόγου τινὸς γυνή, προθήσει χρημάτων, σάφ’ οἶδ’ ἐγώ. μή μοι σύ· πείθειν δῶρα καὶ θεοὺς λόγος· χρυσὸς δὲ κρείσσων μυρίων λόγων βροτοῖς. κείνης ὁ δαίμων, κεῖνα νῦν αὔξει θεός, νέα τυραννεῖ· τῶν δ’ ἐμῶν παίδων φυγὰς ψυχῆς ἂν ἀλλαξαίμεθ’, οὐ χρυσοῦ μόνον. ἀλλ’, ὦ τέκν’, εἰσελθόντε πλουσίους δόμους πατρὸς νέαν γυναῖκα, δεσπότιν δ’ ἐμήν, ἱκετεύετ’, ἐξαιτεῖσθε μὴ φυγεῖν χθόνα, κόσμον διδόντες—τοῦδε γὰρ μάλιστα δεῖ— ἐς χεῖρ’ ἐκείνης δῶρα δέξασθαι τάδε. ἴθ’ ὡς τάχιστα· μητρὶ δ’ ὧν ἐρᾷ τυχεῖν εὐάγγελοι γένοισθε πράξαντες καλῶς.
Ah! would to Heaven the good ship Argo ne’er had sped its course to the Colchian land through the misty blue Symplegades, nor ever in the glens of Pelion the pine been felled to furnish with oars the chieftain’s hands, who went to fetch the golden fleece for Pelias; for then would my own mistress Medea never have sailed to the turrets of Iolcos, her soul with love for Jason smitten, nor would she have beguiled the daughters of Pelias to slay their father and come to live here in the land of Corinth with her husband and children, where her exile found favour with the citizens to whose land she had come, and in all things of her own accord was she at one with Jason, the greatest safeguard this when wife and husband do agree; but now their love is all turned to hate, and tenderest ties are weak. For Jason hath betrayed his own children and my mistress dear for the love of a royal bride, for he hath wedded the daughter of Creon, lord of this land. While Medea his hapless wife, thus scorned, appeals to the oaths he swore, recalls the strong pledge his right hand gave, and bids heaven be witness what requital she is finding from Jason. And here she lies fasting, yielding her body to her grief, wasting away in tears ever since she learnt that she was wronged by her husband, never lifting her eye nor raising her face from off the ground; and she lends as deaf an ear to her friend’s warning as if she were a rock or ocean billow, save when she turns her snow-white neck aside and softly to herself bemoans her father dear, her country and her home, which she gave up to come hither with the man who now holds her in dishonour. She, poor lady, hath by sad experience learnt how good a thing it is never to quit one’s native land. And she hates her children now and feels no joy at seeing them; I am afeard she may contrive some untoward scheme; for her mood is dangerous nor will she brook her cruel treatment; full well I know her, and I much do dread that she will plunge the keen sword through their heart, stealing without a word into the chamber where their marriage couch is spread, or else that she will slay the prince and bridegroom too, and so find some calamity still more grievous than the present; for dreadful is her wrath; verily the man that doth incur her hate will have no easy task to raise o’er her a song of triumph. Lo! where her sons come hither from their childish sports; little they reck of their mother’s woes, for the soul of the young is no inend to sorrow. Why dost thou, so long my lady’s own handmaid, stand here at the gate alone, loudly lamenting to thyself the piteous tale? how comes it that Medea will have thee leave her to herself? Old man, attendant on the sons of Jason, our masters’ fortunes when they go awry make good slaves grieve and touch their hearts. Oh! I have come to such a pitch of grief that there stole a yearning wish upon me to come forth hither and proclaim to heaven and earth my mistress’s hard fate. What! has not the poor lady ceased yet from her lamentation? Would I were as thou art! the mischief is but now beginning; it has not reached its climax yet. O foolish one, if I may call my mistress such a name; how little she recks of evils yet more recent! What mean’st, old man? grudge not to tell me. ’Tis naught; I do repent me even of the words I have spoken. Nay, by thy beard I conjure thee, hide it not from thy fellow-slave; I will be silent, if need be, on that text. I heard one say, pretending not to listen as I approached the place where our greybeards sit playing draughts near Pirene’s sacred spring, that Creon, the ruler of this land, is bent on driving these children and their mother from the boundaries of Corinth; but I know not whether the news is to be relied upon, and would fain it were not. What! will Jason brook such treatment of his sons, even though he be at variance with their mother? Old ties give way to new; he bears no longer any love to this family. Undone, it seems, are we, if to old woes fresh ones we add, ere we have drained the former to the dregs. Hold thou thy peace, say not a word of this; ’tis no time for our mistress to learn hereof. O children, do ye hear how your father feels towards you? Perdition catch him, but no! he is my master still; yet is he proved a veiy traitor to his nearest and dearest. And who ’mongst men is not? Art learning only now, that every single man cares for himself more than for his neighbour, some from honest, motives, others for mere gain’s sake? seeing that to indulge his passion their father has ceased to love these children. Go, children, within the house; all will be well. Do thou keep them as far away as may be, and bring them not near their mother in her evil hour. For ere this have I seen her eyeing them savagely, as though she were minded to do them some hurt, and well I know she will not cease from her fury till she have pounced on some victim. At least may she turn her hand against her foes, and not against her friends. It is not now I first remark, but oft ere this, how unruly a pest is a harsh temper. For instance, thou, hadst thou but patiently endured the will of thy superiors, mightest have remained here in this land and house, but now for thy idle words wilt thou be banished. Thy words are naught to roe. Cease not to call Jason basest of men; but for those words thou hast spoken against our rulers, count it all gain that exile is thy only punishment. I ever tried to check the outbursts of the angry monarch, and would have had thee stay, but thou wouldst not forego thy silly rage, always reviling our rulers, and so thou wilt be banished. Yet even after all this I weary not of my goodwill, but am come with thus much forethought, lady, that thou mayst not be destitute nor want for aught, when, with thy sons, thou art cast out. Many an evil doth exile bring in its train with it; for even though thou hatest me, never will I harbour hard thoughts of thee. Thou craven villain (for that is the only name my tongue can find for thee, a foul reproach on thy unmanliness)! comest thou to me, thou, most hated foe of gods, of me, and of all mankind? Tis no proof of courage or hardihood to confront thy friends after injuring them, but that worst of all human diseases—loss of shame. Yet hast thou done well to come; for I shall ease ray soul by reviling thee, and thou wilt be vexed at my recital. I will begin at the very beginning. I saved thy life, as every Hellene knows who sailed with thee aboard the good ship Argo, when thou wert sent to tame and yoke fire-breathing bulls, and to sow the deadly tilth. Yea, and I slew the dragon which guarded the golden fleece, keeping sleepless watch o’er it with many a wreathed coil, and I raised for thee a beacon of deliver arice. Father and home of my free will I left and came with thee to Iolcos, ’neath Pelion’s hills, for my love was stronger than my prudence. Next I caused the death of Pelias by a doom most grievous, even by his own children’s hand, beguiling them of all their fear. All this have I done for thee, thou traitor! and thou hast cast me over, taking to thyself another wife, though children have been bom to us. Hadst thou been childless still, I could have pardoned thy desire for this new union. Gone is now the trust I put in oaths. I cannot even understand whether thou thinkest that the gods of old no longer rule, or that fresh decrees are now in vogue amongst mankind, for thy conscience must tell thee thou hast not kept faith with me. Ah! poor right hand, which thou didst often grasp. These knees thou didst embrace! All in vain, I suffered a traitor to touch me! How short of my hopes I am fallen! But come, I will deal with thee as though thou wert my friend. Yet what kindness can I expect from one so base as thee? but yet I will do it, for my questioning will show thee yet more base. Whither can I turn me now? to my father’s house, to my own country, which I for thee deserted to come hither? to the hapless daughters of Pelias? A glad welcome, I trow, would they give me in their home, whose father’s death I compassed! My case stands even thus: I am become the bitter foe to those of mine own home, and those whom I need ne’er have wronged I have made mine enemies to pleasure thee. Wherefore to reward me for this thou hast made me doubly blest in the eyes of many a wife in Hellas; and in thee I own a peerless, trusty lord. O woe is me, if indeed I am to be cast forth an exile from the land, without one friend; one lone woman with her babes forlorn! Yea, a fine reproach to thee in thy bridal hour, that thy children and the wife who saved thy life are beggars and vagabonds! O Zeus! why hast thou granted unto man clear signs to know the sham in gold, white on man’s brow no brand is stamped whereby to gauge the villain’s heart? There is a something terrible and past all cure, when quarrels arise ’twixt those who are near and dear. Needs must I now, it seems, turn orator, and, like a good helmsman on a ship with close-reefed sails, weather that wearisome tongue of thine. Now, I believe, since thou wilt exaggerate thy favours, that to Cypris alone of gods or men I owe the safety of my voyage. Thou hast a subtle wit enough; yet were it a hateful thing for me to say that the Love-god constrained thee by his resistless shaft to save my life. However, I will not reckon this too nicely; ’twas kindly done, however thou didst serve me. Yet for my safety hast thou received more than ever thou gavest, as I will show. First, thou dwellest in Hellas, instead of thy barbarian land, and hast learnt what justice means find how to live by law, not by the dictates of brute force; and all the Hellenes recognize thy cleverness, and thou hast gained a name; whereas, if thou hadst dwelt upon the confines of the earth, no tongue had mentioned thee. Give me no gold within my halls; nor skill to sing a fairer strain than ever Orpheus sang, unless therewith my fame be spread abroad! So much I say to thee about my own toils, for ’twas thou didst challenge me to this retort. As for the taunts thou urgest against my marriage with the princess, I will prove to thee, first, that I am prudent herein, next chastened in my love, and last a powerful friend to thee and to thy sons; only hold thy peace. Since I have here withdrawn from Iolcos with many a hopeless trouble at my back, what happier device could I, an exile, frame than marriage with the daughter of the king? ’Tis not because I loathe thee for my wife—the thought that rankles in thy heart; ’tis not because I am smitten with desire fot a new bride, nor yet that I am eager to vie with others in begetting many children, for those we have are quite enough, and I do not complain. Nay, ’tis that we—and this is most important— may dwell in comfort, instead of suffering want (for well I know that every whilom friend avoids the poor), and that I might rear my sons as doth befit my house; further, that I might be the father of brothers for the children thou hast born, and raise these to the same high rank, uniting the family in one,— to my lasting bliss. Thou, indeed, hast no need of more children, but me it profits to help my present family by that which is to be. Have I miscarried here? Not even thou wouldest say so unless a rival’s charms rankled in thy bosom. No, but you women have such strange ideas, that you think all is well so long as your married life runs smooth; but if some mischance occur to ruffle your love, all that was good and lovely erst you reckon as your foes. Yea, men should have begotten children from some other source, no female race existing; thus would no evil ever have fallen on mankind. This speech, O Jason, hast thou with specious art arranged; but yet I think—albeit in saying so I betray indiscretion—that thou hast sinned in casting over thy wife. No doubt I differ from the mass of men on many points; for, to my mind, whoso hath skill to fence with words in an unjust cause, incurs the heaviest penalty; for such an one, confident that he can cast a decent veil of words o’er his injustice, dares to practise it; and yet he is not so very clever after all. So do not thou put forth thy specious pleas and clever words to me now, for one word of mine will lay thee low. Hadst thou not had a villain’s heart, thou shouldst have gained my consent, then made this match, instead of hiding it from those who loved thee. Thou wouldest have lent me ready aid, no doubt, in this proposal, if I had told thee of my marriage, seeing that not even now canst thou restrain thy soul’s hot fury. This was not what restrained thee; but thine eye was turned towards old age, and a foreign wife began to appear discreditable to thee. Be well assured of this: ’twas not for the woman’s sake I wedded the king’s daughter, my present wife; but, as I have already told thee, I wished to insure thy safety and to be the father of royal sons bound by blood to my own children—a bulwark to our house. May that prosperity, whose end is woe, ne’er be mine, nor such wealth as would ever sting my heart! Change that prayer as I will teach thee, and thou wilt show more wisdom. Never let happiness appear in sorrow’s guise, nor, when thy fortune smiles, pretend she frowns! Mock on; thou hast a place of refuge; I am alone, an exile soon to be. Thy own free choice was this; blame no one else. What did I do? Marry, then betray thee? Against the king thou didst invoke an impious curse. On thy house too maybe I bring the curse. Know this, I will no further dispute this point with thee. But, if thou wilt of my fortune somewhat take for the children or thyself to help thy exile, say on; for I am ready to grant it with ungrudging hand, yea and to send tokens to my friends elsewhere who shall treat thee well. If thou refuse this offer, thou wilt do a foolish deed, but if thou cease from anger the greater will be thy gain. I will have naught to do with friends of thine, naught will I receive of thee, offer it not to me; a villain’s gifts can bring no blessing. At least I call the gods to witness, that I am ready in all things to serve thee and thy children, but thou dost scorn my favours and thrustest thy friends stubbornly away; wherefore thy lot will be more bitter still. Away! By love for thy young bride entrapped, too long thou lingerest outside her chamber; go wed, for, if God will, thou shalt have such a marriage as thou wouldst fain refuse. I am come at thy bidding, for e’en though thy hate for me is bitter thou shalt not fail in this small boon, but I will hear what new request thou hast to make of me, lady. Jason, I crave thy pardon for the words I spoke, and well thou mayest brook my burst of passion, for ere now we twain have shared much love. For I have reasoned with my soul and railed upon me thus, Ah! poor heart 1 why am I thus distraught, why so angered ’gainst all good advice, why have I come to hate the rulers of the land, my husband too, who does the best for me he can, in wedding with a princess and rearing for my children noble brothers? Shall I not cease to fret? What possesses me, when heaven its best doth offer? Have I not my children to consider? do I forget that we are fugitives, in need of friends? When I had thought all this I saw how foolish I had been, how senselessly enraged. So now I do commend thee and think thee most wise in forming this connexion for us; but I was mad, I who should have shared in these designs, helped on thy plans, and lent my aid to bring about the match, only too pleased to wait upon thy bride. But what we are, we are, we women, evil I will not say; wherefore thou shouldst not sink to our sorry level nor with our weapons meet our childishness. I yield and do confess that I was wrong then, but now have I come to a better mind. Come hither, my children, come, leave the house, step forth, and with me greet and bid farewell to your father, be reconciled from all past bitterness unto your friends, as now your mother is; for we have made a truce and anger is no more. Enter the Children. Take his right hand; ah me! my sad fate! when I reflect, as now, upon the hidden future. O my children, since there awaits you even thus a long, long life, stretch forth the hand to take a fond farewell. Ah me! how new to tears am I, how full of fear! For now that I have at last released me from my quarrel with your father, I let the tear-drops stream adown my tender cheek. From my eyes too bursts forth the copious tear; O, may no greater ill than the present e’er befall! Lady, I praise this conduct, not that I blame what is past; for it is but natural to the female sex to vent their spleen against a husband when he trafficks in other marriages besides his own. But thy heart is changed to wiser schemes and thou art determined on the better course, late though it be; this is acting like a woman of sober sense. And for you, my sons, hath your father provided with all good heed a sure refuge, by God’s grace; for ye, I trow, shall with your brothers share hereafter the foremost rank in this Corinthian realm. Only grow up, for all the rest your sire and whoso of the gods is kind to us is bringing to pass. May I see you reach man’s full estate, high o’er the heads of those I hate! But thou, lady, why with fresh tears dost thou thine eyelids wet, turning away thy wan cheek, with no welcome for these my happy tidings? ’Tis naught; upon these children my thoughts were turned. Then take heart; for I will see that it is well with them. I will do so; nor will I doubt thy word; woman is a weak creature, ever given to tears. Why prithee, unhappy one, dost moan o’er these children? I gave them birth; and when thou didst pray long life for them, pity entered into my soul to think that these things must be. But the reason of thy coming hither to speak with me is partly told, the rest will I now mention. Since it is the pleasure of the rulers of the land to banish me, and well I know ’twere best for me to stand not in the way of thee or of the rulers by dwelling here, enemy as I am thought unto their house, forth from this land in exile am I going, but these children,—that they may know thy fostering hand, beg Creon to remit their banishment I doubt whether I can persuade him, yet must I attempt it. At least do thou bid thy wife ask her sire this boon, to remit the exile of the children from this land. Yea, that will I; and her methinks I shall persuade, since she is a woman like the rest. I too will aid thee in this task, for by the children’s hand I will send to her gifts that far surpass in beauty, I well know, aught that now is seen ’mongst men, a robe of finest tissue and a chaplet of chased gold. But one of my attendants must haste and bring the ornaments hither. Happy shall she be not once alone but ten thousandfold, for in thee she wins the noblest soul to share her love, and gets these gifts as well which on a day my father’s sire, the Sun-god, bestowed on his descendants. My children, take in your hands these wedding gifts, and bear them as an offering to the royal maid, the happy bride; for verily the gifts she shall receive are not to be scorned. But why so rashly rob thyself of these gifts? Dost think a royal palace wants for robes or gold? Keep them, nor give them to another. For well I know that if my lady hold me in esteem, she will set my price above all wealth. Say not so; ’tis said that gifts tempt even gods; and o’er men’s minds gold holds more potent sway than countless words. Fortune smiles upon thy bride, and heaven now doth swell her triumph; youth is hers and princely power; yet to save my children from exile I would barter life, not dross alone. Children, when ye are come to the rich palace, pray your father’s new bride, my mistress, with suppliant voice to save you from exile, offering her these ornaments the while; for it is most needful that she receive the gifts in her own hand. Now go and linger not; may ye succeed and to your mother bring back the glad tidings she fain would hear!
§ ?.?
ἰώ, δύστανος ἐγὼ μελέα τε πόνων, ἰώ μοί μοι, πῶς ἂν ὀλοίμαν; τόδ’ ἐκεῖνο, φίλοι παῖδες· μήτηρ κινεῖ κραδίαν, κινεῖ δὲ χόλον. σπεύσατε θᾶσσον δώματος εἴσω καὶ μὴ πελάσητ’ ὄμματος ἐγγύς, μηδὲ προσέλθητ’, ἀλλὰ φυλάσσεσθ’ ἄγριον ἦθος στυγεράν τε φύσιν φρενὸς αὐθάδους.— ἴτε νῦν, χωρεῖθ’ ὡς τάχος εἴσω.— δῆλον δ’ ἀρχῆς ἐξαιρόμενον νέφος οἰμωγῆς ὡς τάχ’ ἀνάψει μείζονι θυμῷ· τί ποτ’ ἐργάσεται μεγαλόσπλαγχνος δυσκατάπαυστος ψυχὴ δηχθεῖσα κακοῖσιν; αἰαῖ, ἔπαθον τλάμων ἔπαθον μεγάλων ἄξι’ ὀδυρμῶν· ὦ κατάρατοι παῖδες ὄλοισθε στυγερᾶς ματρὸς σὺν πατρί, καὶ πᾶς δόμος ἔρροι. ἰώ μοί μοι, ἰὼ τλήμων. τί δέ σοι παῖδες πατρὸς ἀμπλακίας μετέχουσι; τί τούσδ’ ἔχθεις; οἴμοι, τέκνα, μή τι πάθηθ’ ὡς ὑπεραλγῶ. δεινὰ τυράννων λήματα καί πως ὀλίγ’ ἀρχόμενοι, πολλὰ κρατοῦντες χαλεπῶς ὀργὰς μεταβάλλουσιν. τὸ γὰρ εἰθίσθαι ζῆν ἐπ’ ἴσοισιν κρεῖσσον· ἐμοὶ γοῦν ἐν μὴ μεγάλοις ὀχυρῶς γ’ εἴη καταγηράσκειν. τῶν γὰρ μετρίων πρῶτα μὲν εἰπεῖν τοὔνομα νικᾷ, χρῆσθαί τε μακρῷ λῷστα βροτοῖσιν· τὰ δ’ ὑπερβάλλοντ’ οὐδένα καιρὸν δύναται θνητοῖς· μείζους δ’ ἄτας, ὅταν ὀργισθῇ δαίμων οἴκοις, ἀπέδωκεν. ἔκλυον φωνάν, ἔκλυον δὲ βοὰν τᾶς δυστάνου Κολχίδος, οὐδέ πω ἤπιος· ἀλλ’ ὦ γηραιά, λέξον· ἐπ’ ἀμφιπύλου γὰρ ἔσω μελάθρου βοὰν ἔκλυον· οὐδὲ συνήδομαι, ὦ γύναι, ἄλγεσιν δώματος· ἐπεί μοι φίλον κέκρανται. οὐκ εἰσὶ δόμοι· φροῦδα τάδ’ ἤδη. τὸν μὲν γὰρ ἔχει λέκτρα τυράννων, ἃ δ’ ἐν θαλάμοις τάκει βιοτὰν δέσποινα, φίλων οὐδενὸς οὐδὲν παραθαλπομένα φρένα μύθοις. αἰαῖ· ὦ Ζεῦ καὶ Γᾶ καὶ Φῶς· διά μου κεφαλᾶς φλὸξ οὐρανία βαίη· τί δέ μοι ζῆν ἔτι κέρδος; φεῦ φεῦ· θανάτῳ καταλυσαίμαν βιοτὰν στυγερὰν προλιποῦσα. ὦ μεγάλα Θέμι καὶ πότνι’ Ἄρτεμι λεύσσεθ’ ἃ πάσχω, μεγάλοις ὅρκοις ἐνδησαμένα τὸν κατάρατον πόσιν; ὅν ποτ’ ἐγὼ νύμφαν τ’ ἐσίδοιμ’ αὐτοῖς μελάθροις διακναιομένους, οἷ’ ἐμὲ πρόσθεν τολμῶσ’ ἀδικεῖν. ὦ πάτερ, ὦ πόλις, ὧν ἀπενάσθην αἰσχρῶς τὸν ἐμὸν κτείνασα κάσιν. κλύεθ’ οἷα λέγει κἀπιβοᾶται Θέμιν εὐκταίαν Ζῆνά θ’, ὃς ὅρκων θνητοῖς ταμίας νενόμισται; οὐκ ἔστιν ὅπως ἔν τινι μικρῷ δέσποινα χόλον καταπαύσει. δράσω τάδ’· ἀτὰρ φόβος εἰ πείσω δέσποιναν ἐμήν· μόχθου δὲ χάριν τήνδ’ ἐπιδώσω. καίτοι τοκάδος δέργμα λεαίνης ἀποταυροῦται δμωσίν, ὅταν τις μῦθον προφέρων πέλας ὁρμηθῇ. σκαιοὺς δὲ λέγων κοὐδέν τι σοφοὺς τοὺς πρόσθε βροτοὺς οὐκ ἂν ἁμάρτοις, οἵτινες ὕμνους ἐπὶ μὲν θαλίαις ἐπί τ’ εἰλαπίναις καὶ παρὰ δείπνοις ηὕροντο βίου τερπνὰς ἀκοάς· στυγίους δὲ βροτῶν οὐδεὶς λύπας ηὕρετο μούσῃ καὶ πολυχόρδοις ᾠδαῖς παύειν, ἐξ ὧν θάνατοι δειναί τε τύχαι σφάλλουσι δόμους. καίτοι τάδε μὲν κέρδος ἀκεῖσθαι μολπαῖσι βροτούς· ἵνα δ’ εὔδειπνοι δαῖτες, τί μάτην τείνουσι βοήν; τὸ παρὸν γὰρ ἔχει τέρψιν ἀφ’ αὑτοῦ δαιτὸς πλήρωμα βροτοῖσιν. ἰαχὰν ἄιον πολύστονον γόων, λιγυρὰ δ’ ἄχεα μογερὰ βοᾷ τὸν ἐν λέχει προδόταν κακόνυμφον· θεοκλυτεῖ δ’ ἄδικα παθοῦσα τὰν Ζηνὸς ὁρκίαν Θέμιν, ἅ νιν ἔβασεν Ἑλλάδ’ ἐς ἀντίπορον δι’ ἅλα νύχιον ἐφ’ ἁλμυρὰν πόντου κλῇδ’ ἀπέραντον. δύστανε γύναι, φεῦ φεῦ, μελέα τῶν σῶν ἀχέων. ποῖ ποτε τρέψῃ; τίνα πρὸς ξενίαν; ἦ δόμον ἢ χθόνα σωτῆρα κακῶν ἐξευρήσεις; ὡς εἰς ἄπορόν σε κλύδωνα θεός, Μήδεια, κακῶν ἐπόρευσε. κακῶς πέπρακται πανταχῇ· τίς ἀντερεῖ; ἀλλ’ οὔτι ταύτῃ ταῦτα, μὴ δοκεῖτέ πω. ἔτ’ εἴσ’ ἀγῶνες τοῖς νεωστὶ νυμφίοις καὶ τοῖσι κηδεύσασιν οὐ σμικροὶ πόνοι. δοκεῖς γὰρ ἄν με τόνδε θωπεῦσαί ποτε, εἰ μή τι κερδαίνουσαν ἢ τεχνωμένην; οὐδ’ ἂν προσεῖπον οὐδ’ ἂν ἡψάμην χεροῖν. ὃ δ’ ἐς τοσοῦτον μωρίας ἀφίκετο, ὥστ’ ἐξὸν αὐτῷ τἄμ’ ἑλεῖν βουλεύματα γῆς ἐκβαλόντι, τήνδ’ ἀφῆκεν ἡμέραν μεῖναί μ’, ἐν ᾗ τρεῖς τῶν ἐμῶν ἐχθρῶν νεκροὺς θήσω, πατέρα τε καὶ κόρην πόσιν τ’ ἐμόν. πολλὰς δ’ ἔχουσα θανασίμους αὐτοῖς ὁδούς, οὐκ οἶδ’ ὁποίᾳ πρῶτον ἐγχειρῶ, φίλαι· πότερον ὑφάψω δῶμα νυμφικὸν πυρί, ἢ θηκτὸν ὤσω φάσγανον δι’ ἥπάτος, σιγῇ δόμους ἐσβᾶσ’, ἵν’ ἔστρωται λέχος. ἀλλ’ ἕν τί μοι πρόσαντες· εἰ ληφθήσομαι δόμους ὑπεσβαίνουσα καὶ τεχνωμένη, θανοῦσα θήσω τοῖς ἐμοῖς ἐχθροῖς γέλων. κράτιστα τὴν εὐθεῖαν, ᾗ πεφύκαμεν σοφαὶ μάλιστα, φαρμάκοις αὐτοὺς ἑλεῖν. εἶἑν· καὶ δὴ τεθνᾶσι· τίς με δέξεται πόλις; τίς γῆν ἄσυλον καὶ δόμους ἐχεγγύους ξένος παρασχὼν ῥύσεται τοὐμὸν δέμας; οὐκ ἔστι. μείνασ’ οὖν ἔτι σμικρὸν χρόνον, ἢν μέν τις ἡμῖν πύργος ἀσφαλὴς φανῇ, δόλῳ μέτειμι τόνδε καὶ σιγῇ φόνον· ἢν δ’ ἐξελαύνῃ ξυμφορά μ’ ἀμήχανος, αὐτὴ ξίφος λαβοῦσα, κεἰ μέλλω θανεῖν, κτενῶ σφε, τόλμης δ’ εἶμι πρὸς τὸ καρτερόν. οὐ γὰρ μὰ τὴν δέσποιναν ἣν ἐγὼ σέβω μάλιστα πάντων καὶ ξυνεργὸν εἱλόμην, Ἑκάτην, μυχοῖς ναίουσαν ἑστίας ἐμῆς, χαίρων τις αὐτῶν τοὐμὸν ἀλγυνεῖ κέαρ. πικροὺς δ’ ἐγώ σφιν καὶ λυγροὺς θήσω γάμους, πικρὸν δὲ κῆδος καὶ φυγὰς ἐμὰς χθονός. ἀλλ’ εἶα· φείδου μηδὲν ὧν ἐπίστασαι, Μήδεια, βουλεύουσα καὶ τεχνωμένη· ἕρπ’ ἐς τὸ δεινόν· νῦν ἀγὼν εὐψυχίας. ὁρᾷς ἃ πάσχεις· οὐ γέλωτα δεῖ σ’ ὀφλεῖν τοῖς Σισυφείοις τοῖς τ’ Ἰάσονος γάμοις, γεγῶσαν ἐσθλοῦ πατρὸς Ἡλίου τ’ ἄπο. ἐπίστασαι δέ· πρὸς δὲ καὶ πεφύκαμεν γυναῖκες, ἐς μὲν ἔσθλ’ ἀμηχανώταται, κακῶν δὲ πάντων τέκτονες σοφώταται. ἀλλά σ’ ὁ Μαίας πομπαῖος ἄναξ πελάσειε δόμοις, ὧν τ’ ἐπίνοιαν σπεύδεις κατέχων πράξειας, ἐπεὶ γενναῖος ἀνήρ, Αἰγεῦ, παρ’ ἐμοὶ δεδόκησαι. ὦ Ζεῦ Δίκη τε Ζηνὸς Ἡλίου τε φῶς, νῦν καλλίνικοι τῶν ἐμῶν ἐχθρῶν, φίλαι, γενησόμεσθα κεἰς ὁδὸν βεβήκαμεν· νῦν δ’ ἐλπὶς ἐχθροὺς τοὺς ἐμοὺς τείσειν δίκην. οὗτος γὰρ ἁνὴρ ᾗ μάλιστ’ ἐκάμνομεν λιμὴν πέφανται τῶν ἐμῶν βουλευμάτων· ἐκ τοῦδ’ ἀναψόμεσθα πρυμνήτην κάλων, μολόντες ἄστυ καὶ πόλισμα Παλλάδος. ἤδη δὲ πάντα τἀμά σοι βουλεύματα λέξω· δέχου δὲ μὴ πρὸς ἡδονὴν λόγους. πέμψασ’ ἐμῶν τιν’ οἰκετῶν Ἰάσονα ἐς ὄψιν ἐλθεῖν τὴν ἐμὴν αἰτήσομαι· μολόντι δ’ αὐτῷ μαλθακοὺς λέξω λόγους, ὡς καὶ δοκεῖ μοι ταὐτά, καὶ καλῶς ἔχειν γάμους τυράννων οὓς προδοὺς ἡμᾶς ἔχει· καὶ ξύμφορ’ εἶναι καὶ καλῶς ἐγνωσμένα. παῖδας δὲ μεῖναι τοὺς ἐμοὺς αἰτήσομαι, οὐχ ὡς λιποῦσ’ ἂν πολεμίας ἐπὶ χθονὸς ἐχθροῖσι παῖδας τοὺς ἐμοὺς καθυβρίσαι, ἀλλ’ ὡς δόλοισι παῖδα βασιλέως κτάνω. πέμψω γὰρ αὐτοὺς δῶρ’ ἔχοντας ἐν χεροῖν, νύμφῃ φέροντας, τήνδε μὴ φυγεῖν χθόνα, λεπτόν τε πέπλον καὶ πλόκον χρυσήλατον· κἄνπερ λαβοῦσα κόσμον ἀμφιθῇ χροΐ, κακῶς ὀλεῖται πᾶς θ’ ὃς ἂν θίγῃ κόρης· τοιοῖσδε χρίσω φαρμάκοις δωρήματα. ἐνταῦθα μέντοι τόνδ’ ἀπαλλάσσω λόγον· ᾤμωξα δ’ οἷον ἔργον ἔστ’ ἐργαστέον τοὐντεῦθεν ἡμῖν· τέκνα γὰρ κατακτενῶ τἄμ’· οὔτις ἔστιν ὅστις ἐξαιρήσεται· δόμον τε πάντα συγχέασ’ Ἰάσονος ἔξειμι γαίας, φιλτάτων παίδων φόνον φεύγουσα καὶ τλᾶσ’ ἔργον ἀνοσιώτατον. οὐ γὰρ γελᾶσθαι τλητὸν ἐξ ἐχθρῶν, φίλαι. ἴτω· τί μοι ζῆν κέρδος; οὔτε μοι πατρὶς οὔτ’ οἶκος ἔστιν οὔτ’ ἀποστροφὴ κακῶν. ἡμάρτανον τόθ’ ἡνίκ’ ἐξελίμπανον δόμους πατρῴους, ἀνδρὸς Ἕλληνος λόγοις πεισθεῖσ’, ὃς ἡμῖν σὺν θεῷ τείσει δίκην. οὔτ’ ἐξ ἐμοῦ γὰρ παῖδας ὄψεταί ποτε ζῶντας τὸ λοιπὸν οὔτε τῆς νεοζύγου νύμφης τεκνώσει παῖδ’, ἐπεὶ κακῶς κακὴν θανεῖν σφ’ ἀνάγκη τοῖς ἐμοῖσι φαρμάκοις. μηδείς με φαύλην κἀσθενῆ νομιζέτω μηδ’ ἡσυχαίαν, ἀλλὰ θατέρου τρόπου, βαρεῖαν ἐχθροῖς καὶ φίλοισιν εὐμενῆ· τῶν γὰρ τοιούτων εὐκλεέστατος βίος. ἐπείπερ ἡμῖν τόνδ’ ἐκοίνωσας λόγον, σέ τ’’ ὠφελεῖν θέλουσα, καὶ νόμοις βροτῶν ξυλλαμβάνουσα, δρᾶν σ’ ἀπεννέπω τάδε. οὐκ ἔστιν ἄλλως· σοὶ δὲ συγγνώμη λέγειν τάδ’ ἐστί, μὴ πάσχουσαν, ὡς ἐγώ, κακῶς. ἀλλὰ κτανεῖν σὸν σπέρμα τολμήσεις, γύναι; οὕτω γὰρ ἂν μάλιστα δηχθείη πόσις. σὺ δ’ ἂν γένοιό γ’ ἀθλιωτάτη γυνή. ἴτω· περισσοὶ πάντες οὑν μέσῳ λόγοι. ἀλλ’ εἶα χώρει καὶ κόμιζ’ Ἰάσονα· ἐς πάντα γὰρ δὴ σοὶ τὰ πιστὰ χρώμεθα. λέξῃς δὲ μηδὲν τῶν ἐμοὶ δεδογμένων, εἴπερ φρονεῖς εὖ δεσπόταις γυνή τ’ ἔφυς. πολλάκις ἤδη διὰ λεπτοτέρων μύθων ἔμολον καὶ πρὸς ἁμίλλας ἦλθον μείζους ἢ χρὴ γενεὰν θῆλυν ἐρευνᾶν· ἀλλὰ γὰρ ἔστιν μοῦσα καὶ ἡμῖν, ἣ προσομιλεῖ σοφίας ἕνεκεν· πάσαισι μὲν οὔ· παῦρον δὲ δὴ γένος ἐν πολλαῖς εὕροις ἂν ἴσως κοὐκ ἀπόμουσον τὸ γυναικῶν. καί φημι βροτῶν οἵτινές εἰσιν πάμπαν ἄπειροι μηδ’ ἐφύτευσαν παῖδας, προφέρειν εἰς εὐτυχίαν τῶν γειναμένων. οἱ μὲν ἄτεκνοι δι’ ἀπειροσύνην εἴθ’ ἡδὺ βροτοῖς εἴτ’ ἀνιαρὸν παῖδες τελέθουσ’ οὐχὶ τυχόντες πολλῶν μόχθων ἀπέχονται· οἷσι δὲ τέκνων ἔστιν ἐν οἴκοις γλυκερὸν βλάστημ’, ὁρῶ μελέτῃ κατατρυχομένους τὸν ἅπαντα χρόνον, πρῶτον μὲν ὅπως θρέψουσι καλῶς βίοτόν θ’ ὁπόθεν λείψουσι τέκνοις· ἔτι δ’ ἐκ τούτων εἴτ’ ἐπὶ φλαύροις εἴτ’ ἐπὶ χρηστοῖς μοχθοῦσι, τόδ’ ἐστὶν ἄδηλον. ἓν δὲ τὸ πάντων λοίσθιον ἤδη πᾶσιν κατερῶ θνητοῖσι κακόν· καὶ δὴ γὰρ ἅλις βίοτόν θ’ ηὗρον σῶμά τ’ ἐς ἥβην ἤλυθε τέκνων χρηστοί τ’ ἐγένοντ’· εἰ δὲ κυρήσαι δαίμων οὕτως, φροῦδος ἐς Ἅιδην θάνατος προφέρων σώματα τέκνων. πῶς οὖν λύει πρὸς τοῖς ἄλλοις τήνδ’ ἔτι λύπην ἀνιαροτάτην παίδων ἕνεκεν θνητοῖσι θεοὺς ἐπιβάλλειν; φίλαι, πάλαι τοι προσμένουσα τὴν τύχην καραδοκῶ τἀκεῖθεν οἷ προβήσεται. καὶ δὴ δέδορκα τόνδε τῶν Ἰάσονος στείχοντ’ ὀπαδῶν· πνεῦμα δ’ ἠρεθισμένον δείκνυσιν ὥς τι καινὸν ἀγγελεῖ κακόν. ὦ δεινὸν ἔργον παρανόμως εἰργασμένη, Μήδεια, φεῦγε φεῦγε, μήτε ναΐαν λιποῦσ’ ἀπήνην μήτ’ ὄχον πεδοστιβῆ. τί δ’ ἄξιόν μοι τῆσδε τυγχάνει φυγῆς; ὄλωλεν ἡ τύραννος ἀρτίως κόρη Κρέων θ’ ὁ φύσας φαρμάκων τῶν σῶν ὕπο. κάλλιστον εἶπας μῦθον, ἐν δ’ εὐεργέταις τὸ λοιπὸν ἤδη καὶ φίλοις ἐμοῖς ἔσῃ. τί φῄς; φρονεῖς μὲν ὀρθὰ κοὐ μαίνῃ, γύναι, ἥτις, τυράννων ἑστίαν ᾐκισμένη, χαίρεις κλύουσα κοὐ φοβῇ τὰ τοιάδε; ἔχω τι κἀγὼ τοῖς γε σοῖς ἐναντίον λόγοισιν εἰπεῖν· ἀλλὰ μὴ σπέρχου, φίλος, λέξον δέ· πῶς ὤλοντο; δὶς τόσον γὰρ ἂν τέρψειας ἡμᾶς, εἰ τεθνᾶσι παγκάκως. ἐπεὶ τέκνων σῶν ἦλθε δίπτυχος γονὴ σὺν πατρί, καὶ παρῆλθε νυμφικοὺς δόμους, ἥσθημεν οἵπερ σοῖς ἐκάμνομεν κακοῖς δμῶες· δι’ ὤτων δ’ εὐθὺς ἦν πολὺς λόγος σὲ καὶ πόσιν σὸν νεῖκος ἐσπεῖσθαι τὸ πρίν. κυνεῖ δ’ ὃ μέν τις χεῖρ’, ὃ δὲ ξανθὸν κάρα παίδων· ἐγὼ δὲ καὐτὸς ἡδονῆς ὕπο στέγας γυναικῶν σὺν τέκνοις ἅμ’ ἑσπόμην. δέσποινα δ’ ἣν νῦν ἀντὶ σοῦ θαυμάζομεν, πρὶν μὲν τέκνων σῶν εἰσιδεῖν ξυνωρίδα, πρόθυμον εἶχ’ ὀφθαλμὸν εἰς Ἰάσονα· ἔπειτα μέντοι προὐκαλύψατ’ ὄμματα λευκήν τ’ ἀπέστρεψ’ ἔμπαλιν παρηίδα, παίδων μυσαχθεῖσ’ εἰσόδους· πόσις δὲ σὸς ὀργάς τ’ ἀφῄρει καὶ χόλον νεάνιδος λέγων τάδ’· Οὐ μὴ δυσμενὴς ἔσῃ φίλοις, παύσῃ δὲ θυμοῦ καὶ πάλιν στρέψεις κάρα, φίλους νομίζουσ’ οὕσπερ ἂν πόσις σέθεν, δέξῃ δὲ δῶρα καὶ παραιτήσῃ πατρὸς φυγὰς ἀφεῖναι παισὶ τοῖσδ’, ἐμὴν χάριν; ἣ δ’ ὡς ἐσεῖδε κόσμον, οὐκ ἠνέσχετο, ἀλλ’ ᾔνεσ’ ἀνδρὶ πάντα, καὶ πρὶν ἐκ δόμων μακρὰν ἀπεῖναι πατέρα καὶ παῖδας, σέθεν λαβοῦσα πέπλους ποικίλους ἠμπέσχετο, χρυσοῦν τε θεῖσα στέφανον ἀμφὶ βοστρύχοις λαμπρῷ κατόπτρῳ σχηματίζεται κόμην, ἄψυχον εἰκὼ προσγελῶσα σώματος. κἄπειτ’ ἀναστᾶσ’ ἐκ θρόνων διέρχεται στέγας, ἁβρὸν βαίνουσα παλλεύκῳ ποδί, δώροις ὑπερχαίρουσα, πολλὰ πολλάκις τένοντ’ ἐς ὀρθὸν ὄμμασι σκοπουμένη. τοὐνθένδε μέντοι δεινὸν ἦν θέαμ’ ἰδεῖν· χροιὰν γὰρ ἀλλάξασα λεχρία πάλιν χωρεῖ τρέμουσα κῶλα καὶ μόλις φθάνει θρόνοισιν ἐμπεσοῦσα μὴ χαμαὶ πεσεῖν. καί τις γεραιὰ προσπόλων, δόξασά που ἢ Πανὸς ὀργὰς ἢ τινὸς θεῶν μολεῖν, ἀνωλόλυξε, πρίν γ’ ὁρᾷ διὰ στόμα χωροῦντα λευκὸν ἀφρόν, ὀμμάτων τ’ ἄπο κόρας στρέφουσαν, αἷμά τ’ οὐκ ἐνὸν χροΐ· εἶτ’ ἀντίμολπον ἧκεν ὀλολυγῆς μέγαν κωκυτόν. εὐθὺς δ’ ἣ μὲν ἐς πατρὸς δόμους ὥρμησεν, ἣ δὲ πρὸς τὸν ἀρτίως πόσιν φράσουσα νύμφης συμφοράν· ἅπασα δὲ στέγη πυκνοῖσιν ἐκτύπει δρομήμασιν. ἤδη δ’ ἀνέλκων κῶλον ἔκπλεθρον δρόμου ταχὺς βαδιστὴς τερμόνων ἂν ἥπτετο, ἣ δ’ ἐξ ἀναύδου καὶ μύσαντος ὄμματος δεινὸν στενάξασ’ ἡ τάλαιν’ ἠγείρετο. διπλοῦν γὰρ αὐτῇ πῆμ’ ἐπεστρατεύετο· χρυσοῦς μὲν ἀμφὶ κρατὶ κείμενος πλόκος θαυμαστὸν ἵει νᾶμα παμφάγου πυρός, πέπλοι δὲ λεπτοί, σῶν τέκνων δωρήματα, λεπτὴν ἔδαπτον σάρκα τῆς δυσδαίμονος. φεύγει δ’ ἀναστᾶσ’ ἐκ θρόνων πυρουμένη, σείουσα χαίτην κρᾶτά τ’ ἄλλοτ’ ἄλλοσε, ῥῖψαι θέλουσα στέφανον· ἀλλ’ ἀραρότως σύνδεσμα χρυσὸς εἶχε, πῦρ δ’, ἐπεὶ κόμην ἔσεισε, μᾶλλον δὶς τόσως ἐλάμπετο. πίτνει δ’ ἐς οὖδας συμφορᾷ νικωμένη, πλὴν τῷ τεκόντι κάρτα δυσμαθὴς ἰδεῖν· οὔτ’ ὀμμάτων γὰρ δῆλος ἦν κατάστασις οὔτ’ εὐφυὲς πρόσωπον, αἷμα δ’ ἐξ ἄκρου ἔσταζε κρατὸς συμπεφυρμένον πυρί, σάρκες δ’ ἀπ’ ὀστέων ὥστε πεύκινον δάκρυ γναθμοῖς ἀδήλοις φαρμάκων ἀπέρρεον, δεινὸν θέαμα· πᾶσι δ’ ἦν φόβος θιγεῖν νεκροῦ· τύχην γὰρ εἴχομεν διδάσκαλον. πατὴρ δ’ ὁ τλήμων συμφορᾶς ἀγνωσίᾳ ἄφνω προσελθὼν δῶμα προσπίτνει νεκρῷ· ᾤμωξε δ’ εὐθύς, καὶ περιπτύξας χέρας κυνεῖ προσαυδῶν τοιάδ’· Ὦ δύστηνε παῖ, τίς σ’ ὧδ’ ἀτίμως δαιμόνων ἀπώλεσε; τίς τὸν γέροντα τύμβον ὀρφανὸν σέθεν τίθησιν; οἴμοι, συνθάνοιμί σοι, τέκνον. ἐπεὶ δὲ θρήνων καὶ γόων ἐπαύσατο, χρῄζων γεραιὸν ἐξαναστῆσαι δέμας προσείχεθ’ ὥστε κισσὸς ἔρνεσιν δάφνης λεπτοῖσι πέπλοις, δεινὰ δ’ ἦν παλαίσματα· ὃ μὲν γὰρ ἤθελ’ ἐξαναστῆσαι γόνυ, ἣ δ’ ἀντελάζυτ’. εἰ δὲ πρὸς βίαν ἄγοι, σάρκας γεραιὰς ἐσπάρασσ’ ἀπ’ ὀστέων. χρόνῳ δ’ ἀπέσβη καὶ μεθῆχ’ ὁ δύσμορος ψυχήν· κακοῦ γὰρ οὐκέτ’ ἦν ὑπέρτερος. κεῖνται δὲ νεκροὶ παῖς τε καὶ γέρων πατὴρ πέλας, ποθεινὴ δακρύοισι συμφορά. καί μοι τὸ μὲν σὸν ἐκποδὼν ἔστω λόγου· γνώσῃ γὰρ αὐτὴ ζημίας ἀποστροφήν. τὰ θνητὰ δ’ οὐ νῦν πρῶτον ἡγοῦμαι σκιάν, οὐδ’ ἂν τρέσας εἴποιμι τοὺς σοφοὺς βροτῶν δοκοῦντας εἶναι καὶ μεριμνητὰς λόγων τούτους μεγίστην ζημίαν ὀφλισκάνειν. θνητῶν γὰρ οὐδείς ἐστιν εὐδαίμων ἀνήρ· ὄλβου δ’ ἐπιρρυέντος εὐτυχέστερος ἄλλου γένοιτ’ ἂν ἄλλος, εὐδαίμων δ’ ἂν οὔ. ἔοιχ’ ὁ δαίμων πολλὰ τῇδ’ ἐν ἡμέρᾳ κακὰ ξυνάπτειν ἐνδίκως Ἰάσονι. ὦ τλῆμον, ὥς σου συμφορὰς οἰκτίρομεν, κόρη Κρέοντος, ἥτις εἰς Ἅιδου δόμους οἴχῃ γάμων ἕκατι τῶν Ἰάσονος. φίλαι, δέδοκται τοὔργον ὡς τάχιστά μοι παῖδας κτανούσῃ τῆσδ’ ἀφορμᾶσθαι χθονός, καὶ μὴ σχολὴν ἄγουσαν ἐκδοῦναι τέκνα ἄλλῃ φονεῦσαι δυσμενεστέρᾳ χερί. πάντως σφ’ ἀνάγκη κατθανεῖν· ἐπεὶ δὲ χρή, ἡμεῖς κτενοῦμεν, οἵπερ ἐξεφύσαμεν. ἀλλ’ εἶ’ ὁπλίζου, καρδία. τί μέλλομεν τὰ δεινὰ κἀναγκαῖα μὴ πράσσειν κακά; ἄγ’, ὦ τάλαινα χεὶρ ἐμή, λαβὲ ξίφος, λάβ’, ἕρπε πρὸς βαλβῖδα λυπηρὰν βίου, καὶ μὴ κακισθῇς μηδ’ ἀναμνησθῇς τέκνων, ὡς φίλταθ’, ὡς ἔτικτες· ἀλλὰ τήνδε γε λαθοῦ βραχεῖαν ἡμέραν παίδων σέθεν, κἄπειτα θρήνει· καὶ γὰρ εἰ κτενεῖς σφ’, ὅμως φίλοι γ’ ἔφυσαν—δυστυχὴς δ’ ἐγὼ γυνή. αἰαῖ. ἀλλά σ’ Ἐρινὺς ὀλέσειε τέκνων φονία τε Δίκη. τίς δὲ κλύει σοῦ θεὸς ἢ δαίμων, τοῦ ψευδόρκου καὶ ξειναπάτου; φεῦ φεῦ, μυσαρὰ καὶ παιδολέτορ. στεῖχε πρὸς οἴκους καὶ θάπτ’ ἄλοχον. στείχω, δισσῶν γ’ ἄμορος τέκνων. οὔπω θρηνεῖς· μένε καὶ γῆρας. ὦ τέκνα φίλτατα. μητρί γε, σοὶ δ’ οὔ. κἄπειτ’ ἔκανες; σέ γε πημαίνουσ’. ὤμοι, φιλίου χρῄζω στόματος παίδων ὁ τάλας προσπτύξασθαι. νῦν σφε προσαυδᾷς, νῦν ἀσπάζῃ, τότ’ ἀπωσάμενος. δός μοι πρὸς θεῶν μαλακοῦ χρωτὸς ψαῦσαι τέκνων. οὐκ ἔστι· μάτην ἔπος ἔρριπται. Ζεῦ, τάδ’ ἀκούεις ὡς ἀπελαυνόμεθ’, οἷά τε πάσχομεν ἐκ τῆς μυσαρᾶς καὶ παιδοφόνου τῆσδε λεαίνης; ἀλλ’ ὁπόσον γοῦν πάρα καὶ δύναμαι τάδε καὶ θρηνῶ κἀπιθεάζω, μαρτυρόμενος δαίμονας ὥς μοι τέκνα κτείνασ’ ἀποκωλύεις ψαῦσαί τε χεροῖν θάψαι τε νεκρούς, οὓς μήποτ’ ἐγὼ φύσας ὄφελον πρὸς σοῦ φθιμένους ἐπιδέσθαι. πολλῶν ταμίας Ζεὺς ἐν Ὀλύμπῳ, πολλὰ δ’ ἀέλπτως κραίνουσι θεοί· καὶ τὰ δοκηθέντ’ οὐκ ἐτελέσθη, τῶν δ’ ἀδοκήτων πόρον ηὗρε θεός. τοιόνδ’ ἀπέβη τόδε πρᾶγμα.
(within). Ah, me! a wretched suffering woman I! O would that I could die! ’Tis as I said, my dear children; wild fancies stir your mother’s heart, wild fury goads her on. Into the house without delay, come not near her eye, approach her not, beware her savage mood, the fell tempest of her reckless heart. In, in with what speed ye may. For ’tis plain she will soon redouble her fury; that cry is but the herald of the gathering storm-cloud whose lightning soon will flash; what will her proud restless soul, in the anguish of despair, be guilty of? [Exit Attendant with the children. (within). Ah, me! the agony I have suffered, deep enough to call for these laments! Curse you and your father too, ye children damned, sons of a doomed mother! Ruin seize the whole family! Ah me! ah me! the pity of it! Why, pray, do thy children share their father’s crime? Why hatest thou them? Woe is you, poor children, how do I grieve for you lest ye suffer some outrage! Strange are the tempers of princes, and maybe because they seldom have to obey, and mostly lord it over others, change they their moods with difficulty. ’Tis better then to have been trained to live on equal terms. Be it mine to reach old age, not in proud pomp, but in security! Moderation wins the day first as a better word for men to use, and likewise it is far the best course for them to pursue; but greatness that doth o’erreach itself, brings no blessing to mortal men; but pays a penalty of greater ruin whenever fortune is wroth with a family. I heard the voice, uplifted loud, of our poor Colchian lady, nor yet is she quiet; speak, aged dame, for as I stood by the house with double gates I heard a voice of weeping from within, and I do grieve, lady, for the sorrows of this house, for it hath won my love. ’Tis a house no more; all that is passed away long since; a royal bride keeps Jason at her side, while our mistress pines away in her bower, finding no comfort for her soul in aught her friends can say. (within). Oh, oh! Would that Heaven’s levin bolt would cleave this head in twain! What gain is life to me? Woe, woe is me! O, to die and win release, quitting this loathed existence! (within). Great Themis, and husband of Themis, behold what I am suffering now, though I did bind that accursed one, my husband, by strong oaths to me? O, to see him and his bride some day brought to utter destruction, they and their house with them, for that they presume to wrong me thus unprovoked. O my father, my country, that I have left to my shame, after slaying my own brother. Do ye hear her words, how loudly she adjures Themis, oft invoked, and Zeus, whom men regard as keeper of their oaths? On no mere trifle surely will our mistress spend her rage. This will I do; but I have my doubts whether I shall persuade my mistress; still willingly will I undertake this trouble for you; albeit, she glares upon her servants with the look of a lioness with cubs, whenso anyone draws nigh to speak to her. Wert thou to call the men of old time rude uncultured boors thou wouldst not err, seeing that they devised their hymns for festive occasions, for banquets, and to grace the board, a pleasure to catch the ear, shed o’er our life, but no man hath found a way to allay hated grief by music and the minstrel’s varied strain, whence arise slaughters and fell strokes of fate to o’erthrow the homes of men. And yet this were surely a gain, to heal men’s wounds by music’s spell, but why tune they their idle song where rich banquets are spread? for of itself doth the rich banquet, set before them, afford to men delight. I heard a bitter cry of lamentation! loudly, bitterly she calls on the traitor of her marriage bed, her perfidious spouse; by grievous wrongs oppressed she invokes Themis, bride of Zeus, witness of oaths, who brought her unto Hellas, the land that fronts the strand of Asia, o’er the sea by night through ocean’s boundless gate. Ah! poor lady, woe is thee! Alas, for thy sorrows! Whither wilt thou turn? What protection, what home or country to save thee from thy troubles wilt thou find? O Medea, in what a hopeless sea of misery heaven hath plunged thee! On all sides sorrow pens me in. Who shall gainsay this? But all is not yet lost! think not so. Still are there troubles in store for the new bride, and for her bridegroom no light toil. Dost think I would ever have fawned on yonder man, unless to gain some end or form some scheme? Nay, I would not so much as have spoken to him or touched him with my hand. But he has in folly so far stepped in that, though he might have checked my plot by banishing me from the land, he hath allowed me to abide this day, in which I will lay low in death three of my enemies— a father and his daughter and my husband too. Now, though I have many ways to compass their death, I am not sure, friends, which I am to try first. Shall I set fire to the bridal mansion, or plunge the whetted sword through their hearts, softly stealing into the chamber where their couch is spread? One thing stands in my way. If I am caught making my way into the chamber, intent on my design, I shall be put to death and cause my foes to mock. ’Twere best to take the shortest way—the way we women are most skilled in—by poison to destroy them. Well, well, suppose them dead; what city will receive me? What friendly host will give me a shelter in his land, a home secure, and save my soul alive? None. So I will wait yet a little while in case some tower of defence rise up for me; then will I proceed to this bloody deed in crafty silence; but if some unexpected mischance drive me forth, I will with mine own hand seize the sword, e’en though I die for it, and slay them, and go forth on my bold path of daring. By that dread queen whom I revere before all others and have chosen to share my task, by Hecate who dwells within my inmost chamber, not one of them shall wound my heart and rue it not. Bitter and sad will I make their marriage for them; bitter shall be the wooing of it, bitter my exile from the land. Up, then, Medea, spare not the secrets of thy art in plotting and devising; on to the danger. Now comes a struggle needing courage. Dost see what thou art suffering? ’Tis not for thee to be a laughing-stock to the race of Sisyphus by reason of this wedding of Jason, sprung, as thou art, from a noble sire, and of the Sun-god’s race. Thou hast cunning; and, more than this, we women, though by nature little apt for virtuous deeds, are most expert to fashion any mischief. May Maia’s princely son go with thee on thy way to bring thee to thy home, and mayest thou attain that on which thy soul is set so firmly, for to my mind thou seemest a generous man, O Aegeus. O Zeus, and Justice, child of Zeus, and sun-god’s light, now will I triumph o’er my foes, kind friends; on victory’s road have I set forth; good hope have I of wreaking vengeance on those I hate. For where we were in most distress this stranger hath appeared, to be a haven in my counsels; to him will we make fast the cables of our ship when we come to the town and citadel of Pallas. But now will I explain to thee my plans in full; do not expect to hear a pleasant tale. A servant of mine will I to Jason send and crave an interview; then when he comes I will address him with soft words, say, this pleases me, and, that is well, even the marriage with the princess, which my treacherous lord is celebrating, and add it suits us both, ’twas well thought out; then will I entreat that here my children may abide, not that I mean to leave them in a hostile land for foes to flout, but that I may slay the king’s daughter by guile. For I will send them with gifts in their hands, carrying them unto the bride to save them from banishment, a robe of finest woof and a chaplet of gold. And if these ornaments she take and put them on, miserably shall she die, and likewise everyone who touches her; with such fell poisons will I smear my gifts. And here I quit this theme; but I shudder at the deed I must do next; for I will slay the children I have borne; there is none shall take them from my toils; and when I have utterly confounded Jason’s house I will leave the land, escaping punishment for my dear children’s murder, after my most unholy deed. For I cannot endure the taunts of enemies, kind friends; enough! what gain is life to me? I have no country, home, or refuge left. Ο, I did wrong, that hour I left my father’s home, persuaded by that Hellene’s words, who now shall pay the penalty, so help me God. Never shall he see again alive the children I bore to him, nor from his new bride shall he beget issue, for she must die a hideous death, slain by my drugs. Let no one deem me a poor weak woman who sits with folded hands, but of another mould, dangerous to foes and well-disposed to friends; for they win the fairest fame who live their life like me. Since thou hast imparted this design to me, I bid thee hold thy hand, both from a wish to serve thee and because I would uphold the laws men make. It cannot but be so; thy words I pardon since thou art not in the same sorry plight that I am. O lady, wilt thou steel thyself to slay thy children twain? I will, for that will stab my husband to the heart. It may, but thou wilt be the saddest wife alive. No matter; wasted is every word that comes ’twixt now and then. (To the Nurse.) Ho! thou, go call me Jason hither, for thee I do employ on every mission of trust. No word divulge of all my purpose, as thou art to thy mistress loyal and likewise of my sex. Oft ere now have I pursued subtler themes and have faced graver issues than woman’s sex should seek to probe; but then e’en we aspire to culture, which dwells with us to teach us wisdom; I say not all; for small is the class amongst women—(one maybe shalt thou find ’mid many)— that is not incapable of culture. And amongst mortals I do assert that they who are wholly without experience and have never had children far surpass in happiness those who are parents. The childless, because they have never proved whether children grow up to be a blessing or curse to men are removed from all share in many troubles; whilst those who have a sweet race of children growing up in their houses do wear away, as I perceive, their whole life through; first with the thought how they may train them up in virtue, next how they shall leave their sons the means to live; and after all this ’tis far from clear whether on good or bad children they bestow their toil. But one last crowning woe for every mortal man I now will name; suppose that they have found sufficient means to live, and seen their children grow to man’s estate and walk in virtue’s path, still if fortune so befall, comes Death and bears the children’s bodies off to Hades. Can it be any profit to the gods to heap upon us mortal men beside our other woes this further grief for children lost, a grief surpassing all? Kind friends, long have I waited expectantly to know how things would at the palace chance. And lo! I see one of Jason’s servants coming hither, whose hurried gasps for breath proclaim him the bearer of some fresh tidings. Fly, fly, Medea! who hast wrought an awful deed, transgressing every law; nor leave behind or sea-borne bark or car that scours the plain. Why, what hath chanced that calls for such a flight of mine? The princess is dead, a moment gone, and Creon too, her sire, slain by those drugs of thine. Tidings most fair are thine! Henceforth shalt thou be ranked amongst my friends and benefactors. Ha! What? Art sane? Art not distraught, lady, who hearest with joy the outrage to our royal house done, and art not at the horrid tale afraid? Somewhat have I, too, to say in answer to thy words. Be not so hasty, friend, but tell the manner of their death, for thou wouldst give me double joy, if so they perished miserably. When the children twain whom thou didst bear came with their father and entered the palace of the bride, right glad were we thralls who had shared thy griefs, for instantly from ear to ear a rumour spread that thou and thy lord had made up your former quarrel. One kissed thy children’s hands, another their golden hair, while I for very joy went with them in person to the women’s chambers. Our mistress, whom now we do revere in thy room, cast a longing glance at Jason, ere she saw thy children twain; but then she veiled her eyes and turned her blanching cheek away, disgusted at their coming; but thy husband tried to check his young bride’s angry humour with these words: O, be not angered ’gainst thy friends; cease from wrath and turn once more thy face this way, counting as friends whomso thy husband counts, and accept these gifts, and for my sake crave thy sire to remit these children’s exile. Soon as she saw the ornaments, no longer she held out, but yielded to her lord in all; and ere the father and his sons were far from the palace gone, she took the broidered robe and put it on, and set the golden crown about her tresses, arranging her hair at her bright mirror, with many a happy smile at her breathless counterfeit. Then rising from her seat she passed across the chamber, tripping lightly on her fair white foot, exulting in the gift, with many a glance at her uplifted ankle. When lo! a scene of awful horror did ensue. In a moment she turned pale, reeled backwards, trembling in every limb, and sinks upon a seat scarce soon enough to save herself from falling to the ground. An aged dame, one of her company, thinking belike it was a fit from Pan or some god sent, raised a cry of prayer, till from her mouth she saw the foam-flakes issue, her eyeballs rolling in their sockets, and all the blood her face desert; then did she raise a loud scream far different fiom her former cry. Forthwith one handmaid rushed to her father’s house, another to her new bridegroom to tell his bride’s sad fate, and the whole house echoed with their running to and fro. By this time would a quick walker have made the turn in a course of six plethra and reached the goal, when she with one awful shriek awoke, poor sufferer, from her speechless trance and oped her closed eyes, for against her a twofold anguish was warring. The chaplet of gold about her head was sending forth a wondrous stream of ravening flame, while the fine raiment, thy children’s gift, was preying on the hapless maiden’s fair white flesh; and she starts from her seat in a blaze and seeks to fly, shaking her hair and head this way and that, to cast the crown therefrom; but the gold held firm to its fastenings, and the flame, as she shook her locks, blazed forth the more with double fury. Then to the earth she sinks, by the cruel blow o’ercome, past all recognition now save to a father’s eye; for her eyes had lost their tranquil gaze, her face no more its natural look preserved, and from the crown of her head blood and fire in mingled stream ran down; and from her bones the flesh kept peeling off beneath the gnawing of those secret drugs, e’en as when the pine-tree weeps its tears of pitch, a fearsome sight to see. And all were afraid to touch the corpse, for we were warned by what had chanced. Anon came her hapless father unto the house, all unwitting of her doom, and stumbles o’er the dead, and loud he cried, and folding his arms about her kissed her, with words like these the while, O my poor, poor child, which of the gods hath destroyed thee thus foully? Who is robbing me of thee, old as I am and ripe for death? O my child, alas! would I could die with thee! He ceased his sad lament, and would have raised his aged frame, but found himself held fast by the finespun robe as ivy that clings to the branches of the bay, and then ensued a fearful struggle. He strove to rise, but she still held him back; and if ever he pulled with all his might, from off his bones his aged flesh he tore. At last he gave it up, and breathed forth his soul in awful suffering; for he could no longer master the pain. So there they lie, daughter and aged sire, dead side by side, a grievous sight that calls for tears. And as for thee, I leave thee out of my consideration, for thyself must discover a means to escape punishment. Not now for the first time I think this human life a shadow; yea, and without shrinking I will say that they amongst men who pretend to wisdom and expend deep thought on words do incur a serious charge of folly; for amongst mortals no man is happy; wealth may pour in and make one luckier than another, but none can happy be. This day the deity, it seems, will mass on Jason, as he well deserves, a heavy load of evils. Woe is thee, daughter of Creon! We pity thy sad fate, gone as thou art to Hades’ halls as the price of thy marriage with Jason. My friends, I am resolved upon the deed; at once will I slay my children and then leave this land, without delaying long enough to hand them over to some more savage hand to butcher. Needs must they die in any case; and since they must, I will slay them—I, the mother that bare them. O heart of mine, steel thyself! Why do I hesitate to do the awful deed that must be done? Come, take the sword, thou wretched hand of mine! Take it, and advance to the post whence starts thy life of sorrow! Away with cowardice! Give not one thought to thy babes, how dear they are or how thou art their mother This one brief day forget thy children dear, and after that lament; for though thou wilt slay them yet they were thy darlings still, and am a lady of sorrows. Ah! The curse of our sons’ avenging spirit and of Justice, that calls for blood, be on thee! What god or power divine hears thee, breaker of oaths and every law of hospitality? Fie upon thee! cursed witch! child-murderess! To thy house! go, bury thy wife. I go, bereft of both my sons. Thy grief is yet to come; wait till old age is with thee too. O my dear, dear children! Dear to their mother, not to thee. And yet thou didst slay them? Yea, to vex thy heart. One last fond kiss, ah me! I fain would on their lips imprint. Embraces now, and fond farewells for them; but then a cold repulse! By heaven I do adjure thee, let me touch their tender skin. No, no! in vain this word has sped its flight. O Zeus, dost hear how I am driven hence; dost mark the treatment I receive from this she-lion, fell murderess of her young? Yet so far as I may and can, I raise for them a dirge, and do adjure the gods to witness how thou hast slain my sons, and wilt not suffer me to embrace or bury their dead bodies. Would I had never begotten them to see thee slay them after all! Many a fate doth Zeus dispense, high on his Olympian throne; oft do the gods bring things to pass beyond man’s expectation; that, which we thought would be, is not fulfilled, while for the unlooked-for god finds out a way; and such hath been the issue of this matter.
§ ?.1
—ἄιες· ὦ Ζεῦ καὶ γᾶ καὶ φῶς· ἀχὰν οἵαν ἁ δύστανος μέλπει νύμφα; —τίς σοί ποτε τᾶς ἀπλάτου κοίτας ἔρος, ὦ ματαία; σπεύσει θανάτου τελευτά· μηδὲν τόδε λίσσου. —εἰ δὲ σὸς πόσις καινὰ λέχη σεβίζει, κείνῳ τόδε· μὴ χαράσσου· —Ζεύς σοι τάδε συνδικήσει. μὴ λίαν τάκου δυρομένα σὸν εὐνάταν. —πῶς ἂν ἐς ὄψιν τὰν ἁμετέραν ἔλθοι μύθων τ’ αὐδαθέντων δέξαιτ’ ὀμφάν; —εἴ πως βαρύθυμον ὀργὰν καὶ λῆμα φρενῶν μεθείη, μήτοι τό γ’ ἐμὸν πρόθυμον φίλοισιν ἀπέστω. —ἀλλὰ βᾶσά νιν δεῦρο πόρευσον οἴκων ἔξω· φίλα καὶ τάδ’ αὔδα. —σπεῦσον πρίν τι κακῶσαι τοὺς εἴσω· πένθος γὰρ μεγάλως τόδ’ ὁρμᾶται. ἄνω ποταμῶν ἱερῶν χωροῦσι παγαί, καὶ δίκα καὶ πάντα πάλιν στρέφεται. ἀνδράσι μὲν δόλιαι βουλαί, θεῶν δ’ οὐκέτι πίστις ἄραρε· τὰν δ’ ἐμὰν εὔκλειαν ἔχειν βιοτὰν στρέψουσι φᾶμαι· ἔρχεται τιμὰ γυναικείῳ γένει· οὐκέτι δυσκέλαδος φάμα γυναῖκας ἕξει. μοῦσαι δὲ παλαιγενέων λήξουσ’ ἀοιδῶν τὰν ἐμὰν ὑμνεῦσαι ἀπιστοσύναν. οὐ γὰρ ἐν ἁμετέρᾳ γνώμᾳ λύρας ὤπασε θέσπιν ἀοιδὰν Φοῖβος, ἀγήτωρ μελέων· ἐπεὶ ἀντάχησ’ ἂν ὕμνον ἀρσένων γέννᾳ. μακρὸς δ’ αἰὼν ἔχει πολλὰ μὲν ἁμετέραν ἀνδρῶν τε μοῖραν εἰπεῖν. ἔρωτες ὑπὲρ μὲν ἄγαν ἐλθόντες οὐκ εὐδοξίαν οὐδ’ ἀρετὰν παρέδωκαν ἀνδράσιν· εἰ δ’ ἅλις ἔλθοι Κύπρις, οὐκ ἄλλα θεὸς εὔχαρις οὕτως. μήποτ’, ὦ δέσποιν’, ἐπ’ ἐμοὶ χρυσέων τόξων ἐφείης ἱμέρῳ χρίσασ’ ἄφυκτον οἰστόν. στέργοι δέ με σωφροσύνα, δώρημα κάλλιστον θεῶν· μηδέ ποτ’ ἀμφιλόγους ὀργὰς ἀκόρεστά τε νείκη θυμὸν ἐκπλήξασ’ ἑτέροις ἐπὶ λέκτροις προσβάλοι δεινὰ Κύπρις, ἀπτολέμους δ’ εὐνὰς σεβίζουσ’ ὀξύφρων κρίνοι λέχη γυναικῶν. Ἐρεχθεΐδαι τὸ παλαιὸν ὄλβιοι καὶ θεῶν παῖδες μακάρων, ἱερᾶς χώρας ἀπορθήτου τ’ ἄπο, φερβόμενοι κλεινοτάταν σοφίαν, αἰεὶ διὰ λαμπροτάτου βαίνοντες ἁβρῶς αἰθέρος, ἔνθα ποθ’ ἁγνὰς ἐννέα Πιερίδας Μούσας λέγουσι ξανθὰν Ἁρμονίαν φυτεῦσαι· τοῦ καλλινάου τ’ ἐπὶ Κηφισοῦ ῥοαῖς τὰν Κύπριν κλῄζουσιν ἀφυσσαμέναν χώραν καταπνεῦσαι μετρίας ἀνέμων ἡδυπνόους αὔρας· αἰεὶ δ’ ἐπιβαλλομέναν χαίταισιν εὐώδη ῥοδέων πλόκον ἀνθέων τᾷ Σοφίᾳ παρέδρους πέμπειν Ἔρωτας, παντοίας ἀρετᾶς ξυνεργούς. νῦν ἐλπίδες οὐκέτι μοι παίδων ζόας, οὐκέτι· στείχουσι γὰρ ἐς φόνον ἤδη. δέξεται νύμφα χρυσέων ἀναδεσμῶν δέξεται δύστανος ἄταν· ξανθᾷ δ’ ἀμφὶ κόμᾳ θήσει τὸν Ἅιδα κόσμον αὐτὰ χεροῖν. λαβοῦσα. πείσει χάρις ἀμβρόσιός τ’ αὐγὰ πέπλων χρυσέων τευκτὸν στέφανον περιθέσθαι· νερτέροις δ’ ἤδη πάρα νυμφοκομήσει. τοῖον εἰς ἕρκος πεσεῖται καὶ μοῖραν θανάτου δύστανος· ἄταν δ’ οὐχ ὑπεκφεύξεται. ἰὼ Γᾶ τε καὶ παμφαὴς ἀκτὶς Ἀελίου, κατίδετ’ ἴδετε τὰν ὀλομέναν γυναῖκα, πρὶν φοινίαν τέκνοις προσβαλεῖν χέρ’ αὐτοκτόνον· τεᾶς γὰρ ἀπὸ χρυσέας γονᾶς ἔβλαστεν, θεοῦ δ’ αἷμά τι πίτνειν φόβος ὑπ’ ἀνέρων. ἀλλά νιν, ὦ φάος διογενές, κάτειρ- γε κατάπαυσον, ἔξελ’ οἴκων φονίαν τάλαινάν τ’ Ἐρινὺν ὑπ’ ἀλαστόρων. μάταν μόχθος ἔρρει τέκνων, ἆρα μάταν γένος φίλιον ἔτεκες, ὦ κυανεᾶν λιποῦσα Συμπληγάδων πετρᾶν ἀξενωτάταν ἐσβολάν; δειλαία, τί σοι φρενῶν βαρὺς χόλος προσπίτνει καὶ δυσμενὴς φόνος; ἀμείβεται χαλεπὰ γὰρ βροτοῖς ὁμογενῆ μιά- σματα ἐπὶ γαῖαν αὐτοφόνταις ξυνῳ- δὰ θεόθεν πίτνοντ’ ἐπὶ δόμοις ἄχη.
Didst hear, O Zeus, thou earth, and thou, O light, the piteous note of woe the hapless wife is uttering? How shall a yearning for that insatiate resting-place ever hasten for thee, poor reckless one, the end that death alone can bring? Never pray for that. And if thy lord prefers a fresh love, be not angered with him for that; Zeus will judge ’twixt thee and him herein. Then mourn not for thy husband’s loss too much, nor waste thyself away. Would that she would come forth for us to see, and listen to the words of counsel we might give, if haply she might lay aside the fierce fury of her wrath, and her temper stern. Never be my zeal at any rate denied my friends! But go thou and bring her hither outside the house, and tell her this our friendly thought; haste thee ere she do some mischief to those inside the house, for this sorrow of hers is mounting high. Back to their source the holy rivers turn their tide. Order and the universe are being reversed. ’Tis men whose counsels are treacherous, whose oath by heaven is no longer sure. Rumour shall bring a change o’er my life, bringing it into good repute. Honour’s dawn is breaking for woman’s sex; no more shall the foul tongue of slander fix upon us. The songs of the poets of old shall cease to make our faithlessness their theme. Phoebus, lord of minstrelsy, hath not implanted in our mind the gift of heavenly song, else had I sung an answering strain to the race of males, for time’s long chapter affords many a theme on their sex as well as ours. When in excess and past all limits Love doth come, he brings not glory or repute to man; but if the Cyprian queen in moderate might approach, no goddess is so full of charm as she. Never, O never, lady mine, discharge at me from thy golden bow a shaft invincible, in passion’s venom dipped. On me may chastity, heaven’s fairest gift, look with a favouring eye; never may Cypris, goddess dread, fasten on me a temper to dispute, or restless jealousy, smiting my soul with mad desire for unlawful love, but may she hallow peaceful married life and shrewdly decide whom each of us shall wed. Sons of Erechtheus, heroes happy from of yore, children of the blessed gods, fed on wisdom’s glorious food in a holy land ne’er pillaged by its foes, ye who move with sprightly step through a climate ever bright and clear, where, as legend tells, the Muses nine, Pieria’s holy maids, were brought to birth by Harmonia with the golden hair; and poets sing how Cypris drawing water from the streams of fair-flowing Cephissus breathes o’er the land a gentle breeze of balmy winds, and ever as she crowns her tresses with a garland of sweet rose-buds sends forth the Loves to sit by wisdom’s side, to take a part in every excellence. Gone, gone is every hope I had that the children yet might live; forth to their doom they now proceed. The hapless bride will take, ay, take the golden crown that is to be her ruin; with her own hand will she lift and place upon her golden locks the garniture of death. Its grace and sheen divine will tempt her to put on the robe and crown of gold, and in that act will she deck herself to be a bride amid the dead. Such is the snare whereinto she will fall, such is the deadly doom that waits the hapless maid, nor shall she from the curse escape. O earth, O sun whose beam illumines all, look, look upon this lost woman, ere she stretch forth, her murderous hand upon her sons for blood; for lo! these are scions of thy own golden seed, and the blood of gods is in danger of being shed by man. O light, from Zeus proceeding, stay her, hold her hand, forth from the house chase this fell bloody fiend by demons led. Vainly wasted were the throes thy children cost thee; vainly hast thou born, it seems, sweet babes, O thou who hast left behind thee that passage through the blue Symplegades, that strangers justly hate. Ah! hapless one, why doth fierce anger thy soul assail? Why in its place is fell murder growing up? For grievous unto mortal men are pollutions that come of kindred blood poured on the earth, woes to suit each crime hurled from heaven on the murderer’s house.
§ ?.2
σὺ δ’ ἐκ μὲν οἴκων πατρίων ἔπλευσας μαινομένᾳ κραδίᾳ, διδύμους ὁρίσασα πόντου πέτρας· ἐπὶ δὲ ξένᾳ ναίεις χθονί, τᾶς ἀνάνδρου κοίτας ὀλέσασα λέκτρον, τάλαινα, φυγὰς δὲ χώρας ἄτιμος ἐλαύνῃ. βέβακε δ’ ὅρκων χάρις, οὐδ’ ἔτ’ αἰδὼς Ἑλλάδι τᾷ μεγάλᾳ μένει, αἰθερία δ’ ἀνέπτα. σοὶ δ’ οὔτε πατρὸς δόμοι, δύστανε, μεθορμίσασθαι μόχθων πάρα, τῶν τε λέκτρων ἄλλα βασίλεια κρείσσων δόμοισιν ἐπέστα. ὦ πατρίς, ὦ δώματα, μὴ δῆτ’ ἄπολις γενοίμαν τὸν ἀμηχανίας ἔχουσα δυσπέρατον αἰῶν’, οἰκτροτάτων ἀχέων. θανάτῳ θανάτῳ πάρος δαμείην ἁμέραν τάνδ’ ἐξανύσασα· μό- χθων δ’ οὐκ ἄλλος ὕπερθεν ἢ γᾶς πατρίας στέρεσθαι. εἴδομεν, οὐκ ἐξ ἑτέρων μῦθον ἔχω φράσασθαι· σὲ γὰρ οὐ πόλις, οὐ φίλων τις ᾤκτισεν παθοῦσαν δεινότατον παθέων. ἀχάριστος ὄλοιθ’, ὅτῳ πάρεστιν μὴ φίλους τιμᾶν καθαρᾶν ἀνοί- ξαντα κλῇδα φρενῶν· ἐμοὶ μὲν φίλος οὔποτ’ ἔσται. πῶς οὖν ἱερῶν ποταμῶν ἢ πόλις; ἦ φίλων πόμπιμός σε χώρα τὰν παιδολέτειραν ἕξει, τὰν οὐχ ὁσίαν μετ’ ἄλλων; σκέψαι τεκέων πλαγάν, σκέψαι φόνον οἷον αἴρῃ. μή, πρὸς γονάτων σε πάντη πάντως ἱκετεύομεν, τέκνα φονεύσῃς. πόθεν θράσος ἢ φρενὸς ἢ χειρὶ τέκνων σέθεν καρδίᾳ τε λήψῃ δεινὰν προσάγουσα τόλμαν; πῶς δ’ ὄμματα προσβαλοῦσα τέκνοις ἄδακρυν μοῖραν σχήσεις φόνου; οὐ δυνάσῃ, παίδων ἱκετᾶν πιτνόντων, τέγξαι χέρα φοινίαν τλάμονι θυμῷ. σὺ δ’, ὦ τάλαν, ὦ κακόνυμφε κηδεμὼν τυράννων, παισὶν οὐ κατειδὼς ὄλεθρον βιοτᾷ προσάγεις ἀλόχῳ τε σᾷ στυγερὸν θάνατον. δύστανε μοίρας ὅσον παροίχῃ. μεταστένομαι δὲ σὸν ἄλγος, ὦ τάλαινα παίδων μᾶτερ, ἃ φονεύσεις τέκνα νυμφιδίων ἕνεκεν λεχέων, ἅ σοι προλιπὼν ἀνόμως ἄλλᾳ ξυνοικεῖ πόσις συνεύνῳ. —ἀκούεις βοὰν ἀκούεις τέκνων; —ἰὼ τλᾶμον, ὦ κακοτυχὲς γύναι. —οἴμοι, τί δράσω; ποῖ φύγω μητρὸς χέρας; —οὐκ οἶδ’, ἄδελφε φίλτατ’· ὀλλύμεσθα γάρ. παρέλθω δόμους; ἀρῆξαι φόνον δοκεῖ μοι τέκνοις. —ναί, πρὸς θεῶν, ἀρήξατ’· ἐν δέοντι γάρ. —ὡς ἐγγὺς ἤδη γ’ ἐσμὲν ἀρκύων ξίφους. —τάλαιν’, ὡς ἄρ’ ἦσθα πέτρος ἢ σίδα- ρος, ἅτις τέκνων ὃν ἔτεκες ἄροτον αὐτόχειρι μοίρᾳ κτενεῖς. —μίαν δὴ κλύω μίαν τῶν πάρος γυναῖκ’ ἐν φίλοις χέρα βαλεῖν τέκνοις· Ἰνὼ μανεῖσαν ἐκ θεῶν, ὅθ’ ἡ Διὸς δάμαρ νιν ἐξέπεμψε δωμάτων ἄλῃ· πίτνει δ’ ἁ τάλαιν’ ἐς ἅλμαν φόνῳ τέκνων δυσσεβεῖ, ἀκτῆς ὑπερτείνασα ποντίας πόδα, δυοῖν τε παίδοιν συνθανοῦσ’ ἀπόλλυται. τί δῆτ’ οὖν γένοιτ’ ἂν ἔτι δεινόν; ὦ γυναικῶν λέχος πολύπονον, ὅσα βροτοῖς ἔρεξας ἤδη κακά.
With mind distraught didst thou thy father’s house desert on thy voyage betwixt ocean’s twin rocks, and on a foreign strand thou dwellest, thy bed left husbandless, poor lady and thou an exile from the land, dishonoured, persecuted. Gone is the grace that oaths once had. Through all the breadth of Hellas honour is found no more; to heaven hath it sped away. For thee no father’s house is open, woe is thee! to be a haven from the troublous storm, while o’er thy home is set another queen, the bride that is preferred to thee. O my country, O my own dear home! God grant I may never be an outcast from my city, leading that cruel helpless life, whose every day is misery. Ere that may I this life complete and yield to death, ay, death; for there is no misery that doth surpass the loss of fatherland. I have seen with mine eyes, nor from the lips of others have I the lesson learnt; no city, not one friend doth pity thee in this thine awful woe. May he perish and find no favour, whoso hath not in him honour for his friends, freely unlocking his heart to them. Never shall he be friend of mine. How then shall the city of sacred streams, the land that welcomes those it loves, receive thee, the murderess of thy children, thee whose presence with others is a pollution? Think on the murder of thy children, consider the bloody deed thou takest on thee. Nay, by thy knees we, one and all, implore thee, slay not thy babes. Where shall hand or heart find hardihood enough in wreaking such a fearsome deed upon thy sons? How wilt thou look upon thy babes, and still without a tear retain thy bloody purpose? Thou canst not, when they fall at thy feet for mercy, steel thy heart and dip in their blood thy hand. And thou, poor wretch, who to thy sorrow art wedding a king’s daughter, little thinkest of the doom thou art bringing on thy children’s life, or of the cruel death that waits thy bride. Woe is thee! how art thou fallen from thy high estate! Next do I bewail thy sorrows, O mother hapless in thy children, thou who wilt slay thy babes because thou hast a rival, the babes thy husband hath deserted impiously to join him to another bride. Didst hear, didst hear the children’s cry? O lady, born to sorrow, victim of an evil fate! (within). Ah, me; what can I do? Whither fly to escape my mother’s blows? (within). I know not, sweet brother mine; we are undone. Shall I enter the house? For the children’s sake I am resolved to ward off the murder. (within). Yea, by heaven I adjure you; help, your aid is needed. (within). Even now the toils of the sword are closing round us. O hapless mother, surely thou hast a heart of stone or steel to slay the offspring of thy womb by such a murderous doom. Of all the wives of yore I know but one who laid her hand upon her children dear, even Ino, whom the gods did madden in the day that the wife of Zeus drove her wandering from her home. But she, poor sufferer, flung herself into the sea because of the foul murder of her children, leaping o’er the wave-beat cliff, and in her death was she united to her children twain. Can there be any deed of horror left to follow this? Woe for the wooing of women fraught with disaster! What sorrows hast thou caused for men ere now!
© 2026 Wu Ching-Yuan 吴靖远 · magalia.wiki (籬廬). Generated full-text transcript 2026-06-14 from euripides-medea.html. Greek text & public-domain translations from their stated editions; metadata CC BY 4.0.